1.182 Φασὶ δὲ οἱ αὐτοὶ οὗτοι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , τὸν θεὸν αὐτὸν φοιτᾶν τε ἐς τὸν νηὸν καὶ ἀμπαύεσθαι ἐπὶ τῆς κλίνης , κατά περ ἐν Θήβῃσι τῇσι Αἰγυπτίῃσι κατὰ τὸν αὐτὸν τρόπον , ὡς λέγουσι οἱ Αἰγύπτιοι καὶ γὰρ δὴ ἐκεῖθι κοιμᾶται ἐν τῷ τοῦ Διὸς τοῦ Θηβαιέος γυνή , ἀμφότεραι δὲ αὗται λέγονται ἀνδρῶν οὐδαμῶν ἐς ὁμιλίην φοιτᾶν , καὶ κατά περ ἐν Πατάροισι τῆς Λυκίης πρόμαντις τοῦ θεοῦ , ἐπεὰν γένηται · οὐ γὰρ ὦν αἰεί ἐστι χρηστήριον αὐτόθι · ἐπεὰν δὲ γένηται , τότε ὦν συγκατακληίεται τὰς νύκτας ἔσω ἐν τῷ νηῷ .