1.181 Τοῦτο μὲν δὴ τὸ τεῖχος θώρηξ ἐστί , ἕτερον δὲ ἔσωθεν τεῖχος περιθέει , οὐ πολλῷ τεῳ ἀσθενέστερον τοῦ ἑτέρου τείχεος , στεινότερον δέ . Ἐν δὲ φάρσεϊ ἑκατέρῳ τῆς πόλιος ἐτετείχιστο ἐν μέσῳ ἐν τῷ μὲν τὰ βασιλήια περιβόλῳ τε μεγάλῳ τε καὶ ἰσχυρῷ , ἐν δὲ τῷ ἑτέρῳ Διὸς Βήλου ἱρὸν χαλκόπυλον , καὶ ἐς ἐμὲ ἔτι τοῦτο ἐόν , δύο σταδίων πάντῃ , ἐὸν τετράγωνον . Ἐν μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται , σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος , καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε , καὶ ἕτερος μάλα ἐπὶ τούτῳ , μέχρις οὗ ὀκτὼ πύργων . Ἀνάβασις δὲ ἐς αὐτοὺς ἔξωθεν κύκλῳ περὶ πάντας τοὺς πύργους ἔχουσα πεποίηται · μεσοῦντι δέ κου τῆς ἀναβάσιός ἐστι καταγωγή τε καὶ θῶκοι ἀμπαυστήριοι , ἐν τοῖσι κατίζοντες ἀμπαύονται οἱ ἀναβαίνοντες . Ἐν δὲ τῷ τελευταίῳ πύργῳ νηὸς ἔπεστι μέγας · ἐν δὲ τῷ νηῷ κλίνη μεγάλη κεῖται εὖ ἐστρωμένη καί οἱ τράπεζα παράκειται χρυσέη . Ἄγαλμα δὲ οὐκ ἔνι οὐδὲν αὐτόθι ἐνιδρυμένον · οὐδὲ νύκτα οὐδεὶς ἐναυλίζεται ἀνθρώπων ὅτι μὴ γυνὴ μούνη τῶν ἐπιχωρίων , τὴν ἂν θεὸς ἕληται ἐκ πασέων , ὡς λέγουσι οἱ Χαλδαῖοι , ἐόντες ἱρέες τούτου τοῦ θεοῦ .