1.180 Ἐτετείχιστο μέν νυν Βαβυλὼν τρόπῳ τοιῷδε . Ἔστι δὲ δύο φάρσεα τῆς πόλιος · τὸ γὰρ μέσον αὐτῆς ποταμὸς διέργει , τῷ οὔνομά ἐστι Εὐφρήτης , ῥέει δὲ ἐξ Ἀρμενίων , ἐὼν μέγας καὶ βαθὺς καὶ ταχύς · ἐξιεῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν θάλασσαν . Τὸ ὦν δὴ τεῖχος ἑκάτερον τοὺς ἀγκῶνας ἐς τὸν ποταμὸν ἐλήλαται · τὸ δὲ ἀπὸ τούτου αἱ ἐπικαμπαὶ παρὰ χεῖλος ἑκάτερον τοῦ ποταμοῦ αἱμασιὴ πλίνθων ὀπτέων παρατείνει . Τὸ δὲ ἄστυ αὐτὸ ἐὸν πλῆρες οἰκιέων τριορόφων καὶ τετρορόφων κατατέτμηται τὰς ὁδοὺς ἰθέας , τάς τε ἄλλας καὶ τὰς ἐπικαρσίας τὰς ἐπὶ τὸν ποταμὸν ἐχούσας . Κατὰ δὴ ὦν ἑκάστην ὁδὸν ἐν τῇ αἱμασιῇ τῇ παρὰ τὸν ποταμὸν πυλίδες ἐπῆσαν , ὅσαι περ αἱ λαῦραι , τοσαῦται ἀριθμόν · ἦσαν δὲ καὶ αὗται χάλκεαι , φέρουσαι καὶ αὐταὶ ἐς αὐτὸν τὸν ποταμόν .