1.179 Δεῖ δή με πρὸς τούτοισι ἔτι φράσαι ἵνα τε ἐκ τῆς τάφρου γῆ ἀναισιμώθη καὶ τὸ τεῖχος ὅντινα τρόπον ἔργαστο . Ὀρύσσοντες ἅμα τὴν τάφρον ἐπλίνθευον τὴν γῆν τὴν ἐκ τοῦ ὀρύγματος ἐκφερομένην , ἑλκύσαντες δὲ πλίνθους ἱκανὰς ὤπτησαν αὐτὰς ἐν καμίνοισι · μετὰ δέ , τέλματι χρεώμενοι ἀσφάλτῳ θερμῇ καὶ διὰ τριήκοντα δόμων πλίνθου ταρσοὺς καλάμων διαστοιβάζοντες , ἔδειμαν πρῶτα μὲν τῆς τάφρου τὰ χείλεα , δεύτερα δὲ αὐτὸ τὸ τεῖχος τὸν αὐτὸν τρόπον . Ἐπάνω δὲ τοῦ τείχεος παρὰ τὰ ἔσχατα οἰκήματα μουνόκωλα ἔδειμαν , τετραμμένα ἐς ἄλληλα · τὸ μέσον δὲ τῶν οἰκημάτων ἔλιπον τεθρίππῳ περιέλασιν . Πύλαι δὲ ἐνεστᾶσι πέριξ τοῦ τείχεος ἑκατόν , χάλκεαι πᾶσαι , καὶ σταθμοί τε καὶ ὑπέρθυρα ὡσαύτως . Ἔστι δὲ ἄλλη πόλις ἀπέχουσα ὀκτὼ ἡμερέων ὁδὸν ἀπὸ Βαβυλῶνος · Ἲς οὔνομα αὐτῇ . Ἔνθα ἐστὶ ποταμὸς οὐ μέγας · Ἲς καὶ τῷ ποταμῷ τὸ οὔνομα · ἐσβάλλει δὲ οὗτος ἐς τὸν Εὐφρήτην ποταμὸν τὸ ῥέεθρον . Οὗτος ὦν Ἲς ποταμὸς ἅμα τῷ ὕδατι θρόμβους ἀσφάλτου ἀναδιδοῖ πολλούς , ἔνθεν ἄσφαλτος ἐς τὸ ἐν Βαβυλῶνι τεῖχος ἐκομίσθη . ʹ