1.173 Καὶ οὗτοι μὲν τρόποισι τοιούτοισι χρέωνται . Οἱ δὲ Λύκιοι ἐκ Κρήτης τὠρχαῖον γεγόνασι τὴν γὰρ Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροι . Διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω , ὡς ἐπεκράτησε τῇ στάσι Μίνως , ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ · οἱ δὲ ἀπωσθέντες ἀπίκοντο τῆς Ἀσίης ἐς γῆν τὴν Μιλυάδα · τὴν γὰρ νῦν Λύκιοι νέμονται , αὕτη τὸ παλαιὸν ἦν Μιλυάς , οἱ δὲ Μιλύαι τότε Σόλυμοι ἐκαλέοντο . Ἕως μὲν δὴ αὐτῶν Σαρπηδὼν ἦρχε , οἱ δὲ ἐκαλέοντο τό πέρ τε ἠνείκαντο οὔνομα καὶ νῦν ἔτι καλέονται ὑπὸ τῶν περιοίκων οἱ Λύκιοι , Τερμίλαι · ὡς δὲ ἐξ Ἀθηνέων Λύκος Πανδίονος , ἐξελασθεὶς καὶ οὗτος ὑπὸ τοῦ ἀδελφεοῦ Αἰγέος , ἀπίκετο ἐς τοὺς Τερμίλας παρὰ Σαρπηδόνα , οὕτω δὴ κατὰ τοῦ Λύκου τὴν ἐπωνυμίην Λύκιοι ἀνὰ χρόνον ἐκλήθησαν . Νόμοισι δὲ τὰ μὲν Κρητικοῖσι , τὰ δὲ Καρικοῖσι χρέωνται . Ἓν δὲ τόδε ἴδιον νενομίκασι καὶ οὐδαμοῖσι ἄλλοισι συμφέρονται ἀνθρώπων · καλέουσι ἀπὸ τῶν μητέρων ἑωυτοὺς καὶ οὐκὶ ἀπὸ τῶν πατέρων . Εἰρομένου δὲ ἑτέρου τὸν πλησίον τίς εἴη , καταλέξει ἑωυτὸν μητρόθεν καὶ τῆς μητρὸς ἀνανεμέεται τὰς μητέρας . Καὶ ἢν μέν γε γυνὴ ἀστὴ δούλῳ συνοικήσῃ , γενναῖα τὰ τέκνα νενόμισται · ἢν δὲ ἀνὴρ ἀστός , καὶ πρῶτος αὐτῶν , γυναῖκα ξείνην παλλακὴν ἔχῃ , ἄτιμα τὰ τέκνα γίνεται . ʹ