1.174 Οἱ μέν νυν Κᾶρες οὐδὲν λαμπρὸν ἔργον ἀποδεξάμενοι ἐδουλώθησαν ὑπὸ Ἁρπάγου , οὔτε αὐτοὶ οἱ Κᾶρες ἀποδεξάμενοι οὐδὲν οὔτε ὅσοι Ἑλλήνων ταύτην τὴν χώρην οἰκέουσι . Οἰκέουσι δὲ καὶ ἄλλοι καὶ Λακεδαιμονίων ἄποικοι Κνίδιοι , οἳ τῆς χώρης τῆς σφετέρης τετραμμένης ἐς πόντον , τὸ δὴ Τριόπιον καλέεται , ἀργμένης δὲ ἐκ τῆς Χερσονήσου τῆς Βυβασσίης , ἐούσης τε πάσης τῆς Κνιδίης πλὴν ὀλίγης περιρρόου τὰ μὲν γὰρ αὐτῆς πρὸς βορέην ἄνεμον Κεραμεικὸς κόλπος ἀπέργει , τὰ δὲ πρὸς νότον κατὰ Σύμην τε καὶ Ῥόδον θάλασσα , τὸ ὦν δὴ ὀλίγον τοῦτο , ἐὸν ὅσον τε ἐπὶ πέντε στάδια , ὤρυσσον οἱ Κνίδιοι ἐν ὅσῳ Ἅρπαγος τὴν Ἰωνίην κατεστρέφετο , βουλόμενοι νῆσον τὴν χώρην ποιῆσαι . Ἐντὸς δὲ πᾶσά σφι ἐγίνετο · τῇ γὰρ Κνιδίη χώρη ἐς τὴν ἤπειρον τελευτᾷ , ταύτῃ ἰσθμός ἐστι τὸν ὤρυσσον . Καὶ δὴ πολλῇ χειρὶ ἐργαζομένων τῶν Κνιδίων , μᾶλλον γάρ τι καὶ θειότερον ἐφαίνοντο τιτρώσκεσθαι οἱ ἐργαζόμενοι τοῦ οἰκότος τά τε ἄλλα τοῦ σώματος καὶ μάλιστα τὰ περὶ τοὺς ὀφθαλμοὺς θραυομένης τῆς πέτρης , ἔπεμπον ἐς Δελφοὺς θεοπρόπους ἐπειρησομένους τὸ ἀντίξοον . δὲ Πυθίη σφι , ὡς αὐτοὶ Κνίδιοι λέγουσι , χρᾷ ἐν τριμέτρῳ τόνῳ τάδε · ʹ Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδ’ ὀρύσσετε · Ζεὺς γάρ κ’ ἔθηκε νῆσον , εἴ γ’ ἐβούλετο . ʹ Κνίδιοι μὲν ταῦτα τῆς Πυθίης χρησάσης τοῦ τε ὀρύγματος ἐπαύσαντο καὶ Ἁρπάγῳ ἐπιόντι σὺν τῷ στρατῷ ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν .