1.172 Οἱ δὲ Καύνιοι αὐτόχθονες δοκέειν ἐμοί εἰσι , αὐτοὶ μέντοι ἐκ Κρήτης φασὶ εἶναι . Προσκεχωρήκασι δὲ γλῶσσαν μὲν πρὸς τὸ Καρικὸν ἔθνος , οἱ Κᾶρες πρὸς τὸ Καυνικόν τοῦτο γὰρ οὐκ ἔχω ἀτρεκέως διακρῖναι , νόμοισι δὲ χρέωνται κεχωρισμένοισι πολλὸν τῶν τε ἄλλων ἀνθρώπων καὶ Καρῶν . Τοῖσι γὰρ κάλλιστόν ἐστι κατ’ ἡλικίην τε καὶ φιλότητα ἰλαδὸν συγγίνεσθαι ἐς πόσιν , καὶ ἀνδράσι καὶ γυναιξὶ καὶ παισί . Ἱδρυθέντων δέ σφι ἱρῶν ξεινικῶν , μετέπειτα , ὥς σφι ἀπέδοξε ἔδοξε δὲ τοῖσι πατρίοισι μοῦνον χρᾶσθαι θεοῖσι , ἐνδύντες τὰ ὅπλα ἅπαντες Καύνιοι ἡβηδόν , τύπτοντες δόρασι τὸν ἠέρα μέχρι οὔρων τῶν Καλυνδικῶν εἵποντο καὶ ἔφασαν ἐκβάλλειν τοὺς ξεινικοὺς θεούς .