1.167 Τῶν δὲ διαφθαρεισέων νεῶν τοὺς ἄνδρας οἵ τε Καρχηδόνιοι καὶ οἱ Τυρσηνοὶ . . . ἔλαχόν τε αὐτῶν πολλῷ πλείστους καὶ τούτους ἐξαγαγόντες κατέλευσαν . Μετὰ δὲ Ἀγυλλαίοισι πάντα τὰ παριόντα τὸν χῶρον , ἐν τῷ οἱ Φωκαιέες καταλευσθέντες ἐκέατο , ἐγίνετο διάστροφα καὶ ἔμπηρα καὶ ἀπόπληκτα , ὁμοίως πρόβατα καὶ ὑποζύγια καὶ ἄνθρωποι . Οἱ δὲ Ἀγυλλαῖοι ἐς Δελφοὺς ἔπεμπον , βουλόμενοι ἀκέσασθαι τὴν ἁμαρτάδα . δὲ Πυθίη σφέας ἐκέλευσε ποιέειν τὰ καὶ νῦν οἱ Ἀγυλλαῖοι ἔτι ἐπιτελέουσι · καὶ γὰρ ἐναγίζουσί σφι μεγάλως καὶ ἀγῶνα γυμνικὸν καὶ ἱππικὸν ἐπιστᾶσι . Καὶ οὗτοι μὲν Φωκαιέων τοιούτῳ μόρῳ διεχρήσαντο . Οἱ δὲ αὐτῶν ἐς τὸ Ῥήγιον καταφυγόντες ἐνθεῦτεν ὁρμώμενοι ἐκτήσαντο πόλιν γῆς τῆς Οἰνωτρίης ταύτην ἥτις νῦν Ὑέλη καλέεται . Ἔκτισαν δὲ ταύτην πρὸς ἀνδρὸς Ποσειδωνιήτεω μαθόντες ὡς τὸν Κύρνον σφι Πυθίη ἔχρησε κτίσαι ἥρων ἐόντα , ἀλλ’ οὐ τὴν νῆσον . Φωκαίης μέν νυν πέρι τῆς ἐν Ἰωνίῃ οὕτως ἔσχε .
1.168 Παραπλήσια δὲ τούτοισι καὶ Τήιοι ἐποίησαν . Ἐπείτε γάρ σφεων εἷλε χώματι τὸ τεῖχος Ἅρπαγος , ἐσβάντες πάντες ἐς τὰ πλοῖα οἴχοντο πλέοντες ἐπὶ τῆς Θρηίκης καὶ ἐνθαῦτα ἔκτισαν πόλιν Ἄβδηρα , τὴν πρότερος τούτων Κλαζομένιος Τιμήσιος κτίσας οὐκ ἀπώνητο , ἀλλ’ ὑπὸ Θρηίκων ἐξελασθεὶς τιμὰς νῦν ὑπὸ Τηίων τῶν ἐν Ἀβδήροισι ὡς ἥρως ἔχει .