1.169 Οὗτοι μέν νυν Ἰώνων μοῦνοι τὴν δουλοσύνην οὐκ ἀνεχόμενοι ἐξέλιπον τὰς πατρίδας . Οἱ δ’ ἄλλοι Ἴωνες , πλὴν Μιλησίων , διὰ μάχης μὲν ἀπίκοντο Ἁρπάγῳ κατά περ οἱ ἐκλιπόντες , καὶ ἄνδρες ἐγένοντο ἀγαθοὶ περὶ τῆς ἑωυτοῦ ἕκαστος μαχόμενοι · ἑσσωθέντες δὲ καὶ ἁλόντες ἔμενον κατὰ χώρην ἕκαστοι καὶ τὰ ἐπιτασσόμενα ἐπετέλεον . Μιλήσιοι δέ , ὡς καὶ πρότερόν μοι εἴρηται , αὐτῷ Κύρῳ ὅρκιον ποιησάμενοι ἡσυχίην ἦγον . Οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἐδεδούλωτο . Ὡς δὲ τοὺς ἐν τῇ ἠπείρῳ Ἴωνας ἐχειρώσατο Ἅρπαγος , οἱ τὰς νήσους ἔχοντες Ἴωνες καταρρωδήσαντες ταῦτα σφέας αὐτοὺς ἔδοσαν Κύρῳ .
1.170 Κεκακωμένων δὲ Ἰώνων καὶ συλλεγομένων οὐδὲν ἧσσον ἐς τὸ Πανιώνιον , πυνθάνομαι γνώμην Βίαντα ἄνδρα Πριηνέα ἀποδέξασθαι Ἴωσι χρησιμωτάτην , τῇ εἰ ἐπείθοντο , παρεῖχε ἄν σφι εὐδαιμονέειν Ἑλλήνων μάλιστα · ὃς ἐκέλευε κοινῷ στόλῳ Ἴωνας ἀερθέντας πλέειν ἐς Σαρδὼ καὶ ἔπειτα πόλιν μίαν κτίζειν πάντων Ἰώνων , καὶ οὕτω ἀπαλλαχθέντας σφέας δουλοσύνης εὐδαιμονήσειν , νήσων τε ἁπασέων μεγίστην νεμομένους καὶ ἄρχοντας ἄλλων · μένουσι δέ σφι ἐν τῇ Ἰωνίῃ οὐκ ἔφη ἐνορᾶν ἐλευθερίην ἔτι ἐσομένην . Αὕτη μὲν Βίαντος τοῦ Πριηνέος γνώμη ἐπὶ διεφθαρμένοισι Ἴωσι γενομένη . Χρηστὴ δὲ καὶ πρὶν διαφθαρῆναι Ἰωνίην Θαλέω ἀνδρὸς Μιλησίου ἐγένετο , τὰ ἀνέκαθεν γένος ἐόντος Φοίνικος , ὃς ἐκέλευε ἓν βουλευτήριον Ἴωνας ἐκτῆσθαι , τὸ δὲ εἶναι ἐν Τέῳ Τέων γὰρ μέσον εἶναι Ἰωνίης , τὰς δὲ ἄλλας πόλις οἰκεομένας μηδὲν ἧσσον νομίζεσθαι κατά περ εἰ δῆμοι εἶεν .