1.166 Ἐπείτε δὲ ἐς τὴν Κύρνον ἀπίκοντο , οἴκεον κοινῇ μετὰ τῶν πρότερον ἀπικομένων ἐπ’ ἔτεα πέντε καὶ ἱρὰ ἐνιδρύσαντο . Καὶ ἦγον γὰρ δὴ καὶ ἔφερον τοὺς περιοίκους ἅπαντας , στρατεύονται ὦν ἐπ’ αὐτοὺς κοινῷ λόγῳ χρησάμενοι Τυρσηνοὶ καὶ Καρχηδόνιοι νηυσὶ ἑκάτεροι ἑξήκοντα . Οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα , ἐόντα ἀριθμὸν ἑξήκοντα , ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος . Συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο · αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν , αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι · ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους . Καταπλώσαντες δὲ ἐς τὴν Ἀλαλίην ἀνέλαβον τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ὅσην οἷαί τε ἐγίνοντο αἱ νέες σφι ἄγειν , καὶ ἔπειτα ἀπέντες τὴν Κύρνον ἔπλεον ἐς Ῥήγιον .