1.165 Οἱ δὲ Φωκαιέες , ἐπείτε σφι Χῖοι τὰς νήσους τὰς Οἰνούσσας καλεομένας οὐκ ἐβούλοντο ὠνεομένοισι πωλέειν , δειμαίνοντες μὴ αἱ μὲν ἐμπόριον γένωνται , δὲ αὐτῶν νῆσος ἀποκληισθῇ τούτου εἵνεκα , πρὸς ταῦτα οἱ Φωκαιέες ἐστέλλοντο ἐς Κύρνον · ἐν γὰρ τῇ Κύρνῳ εἴκοσι ἔτεσι πρότερον τούτων ἐκ θεοπροπίου ἐνεκτήσαντο πόλιν , τῇ οὔνομα ἦν Ἀλαλίη . Ἀργανθώνιος δὲ τηνικαῦτα ἤδη ἐτετελευτήκεε . Στελλόμενοι δὲ ἐπὶ τὴν Κύρνον , πρῶτα καταπλώσαντες ἐς τὴν Φώκαιαν κατεφόνευσαν τῶν Περσέων τὴν φυλακήν , ἐφρούρεε παραδεξαμένη παρὰ Ἁρπάγου τὴν πόλιν , μετὰ δέ , ὡς τοῦτό σφι ἐξέργαστο , ἐποιήσαντο ἰσχυρὰς κατάρας τῷ ὑπολειπομένῳ ἑωυτῶν τοῦ στόλου · πρὸς δὲ ταύτῃσι καὶ μύδρον σιδήρεον κατεπόντωσαν καὶ ὤμοσαν μὴ πρὶν ἐς Φώκαιαν ἥξειν πρὶν τὸν μύδρον τοῦτον ἀναφανῆναι . Στελλομένων δὲ αὐτῶν ἐπὶ τὴν Κύρνον ὑπερημίσεας τῶν ἀστῶν ἔλαβε πόθος τε καὶ οἶκτος τῆς πόλιος καὶ τῶν ἠθέων τῆς χώρης , ψευδόρκιοι δὲ γενόμενοι ἀπέπλεον ὀπίσω ἐς τὴν Φώκαιαν . Οἳ δὲ αὐτῶν τὸ ὅρκιον ἐφύλασσον , ἀερθέντες ἐκ τῶν Οἰνουσσέων ἔπλεον .