1.160 Ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Κυμαῖοι , οὐ βουλόμενοι οὔτε ἐκδόντες ἀπολέσθαι οὔτε παρ’ ἑωυτοῖσι ἔχοντες πολιορκέεσθαι , ἐκπέμπουσι αὐτὸν ἐς Μυτιλήνην . Οἱ δὲ Μυτιληναῖοι ἐπιπέμποντος τοῦ Μαζάρεος ἀγγελίας ἐκδιδόναι τὸν Πακτύην παρεσκευάζοντο ἐπὶ μισθῷ ὅσῳ δή · οὐ γὰρ ἔχω τοῦτό γε εἰπεῖν ἀτρεκέως · οὐ γὰρ ἐτελεώθη · Κυμαῖοι γὰρ ὡς ἔμαθον ταῦτα πρησσόμενα ἐκ τῶν Μυτιληναίων , πέμψαντες πλοῖον ἐς Λέσβον ἐκκομίζουσι Πακτύην ἐς Χίον . Ἐνθεῦτεν δὲ ἐξ ἱροῦ Ἀθηναίης Πολιούχου ἀποσπασθεὶς ὑπὸ Χίων ἐξεδόθη . Ἐξέδοσαν δὲ οἱ Χῖοι ἐπὶ τῷ Ἀταρνέϊ μισθῷ . Τοῦ δὲ Ἀταρνέος τούτου ἐστὶ χῶρος τῆς Μυσίης , Λέσβου ἀντίος . Πακτύην μέν νυν παραδεξάμενοι οἱ Πέρσαι εἶχον ἐν φυλακῇ , θέλοντες Κύρῳ ἀποδέξαι . Ἦν δὲ χρόνος οὗτος οὐκ ὀλίγος γενόμενος , ὅτε Χίων οὐδεὶς ἐκ τοῦ Ἀταρνέος τούτου οὔτε οὐλὰς κριθέων πρόχυσιν ἐποιέετο θεῶν οὐδενὶ οὔτε πέμματα ἐπέσσετο καρποῦ τοῦ ἐνθεῦτεν , ἀπείχετό τε τῶν πάντων ἱρῶν τὰ πάντα ἐκ τῆς χώρης ταύτης γινόμενα .
1.161 Χῖοι μέν νυν Πακτύην ἐξέδοσαν , Μαζάρης δὲ μετὰ ταῦτα ἐστρατεύετο ἐπὶ τοὺς συμπολιορκήσαντας Τάβαλον , καὶ τοῦτο μὲν Πριηνέας ἐξηνδραποδίσατο , τοῦτο δὲ Μαιάνδρου πεδίον πᾶν ἐπέδραμε ληίην ποιεύμενος τῷ στρατῷ , Μαγνησίην τε ὡσαύτως . Μετὰ δὲ ταῦτα αὐτίκα νούσῳ τελευτᾷ .