1.162 Ἀποθανόντος δὲ τούτου Ἅρπαγος κατέβη διάδοχος τῆς στρατηγίης , γένος καὶ αὐτὸς ἐὼν Μῆδος , τὸν Μήδων βασιλεὺς Ἀστυάγης ἀνόμῳ τραπέζῃ ἔδαισε , τῷ Κύρῳ τὴν βασιληίην συγκατεργασάμενος . Οὗτος ὡνὴρ τότε ὑπὸ Κύρου στρατηγὸς ἀποδεχθεὶς ὡς ἀπίκετο ἐς τὴν Ἰωνίην , αἵρεε τὰς πόλις χώμασι · ὅκως γὰρ τειχήρεας ποιήσειε , τὸ ἐνθεῦτεν χώματα χῶν πρὸς τὰ τείχεα ἐπόρθεε . ʹ
1.163 Πρώτῃ δὲ Φωκαίῃ Ἰωνίης ἐπεχείρησε . Οἱ δὲ Φωκαιέες οὗτοι ναυτιλίῃσι μακρῇσι πρῶτοι Ἑλλήνων ἐχρήσαντο , καὶ τόν τε Ἀδρίην καὶ τὴν Τυρσηνίην καὶ τὴν Ἰβηρίην καὶ τὸν Ταρτησσὸν οὗτοί εἰσι οἱ καταδέξαντες · ἐναυτίλλοντο δὲ οὐ στρογγύλῃσι νηυσὶ ἀλλὰ πεντηκοντέροισι . Ἀπικόμενοι δὲ ἐς τὸν Ταρτησσὸν προσφιλέες ἐγένοντο τῷ βασιλέϊ τῶν Ταρτησσίων , τῷ οὔνομα μὲν ἦν Ἀργανθώνιος , ἐτυράννευσε δὲ Ταρτησσοῦ ὀγδώκοντα ἔτεα , ἐβίωσε δὲ τὰ πάντα εἴκοσι καὶ ἑκατόν . Τούτῳ δὴ τῷ ἀνδρὶ προσφιλέες οἱ Φωκαιέες οὕτω δή τι ἐγένοντο , ὡς τὰ μὲν πρῶτά σφεας ἐκλιπόντας Ἰωνίην ἐκέλευε τῆς ἑωυτοῦ χώρης οἰκῆσαι ὅκου βούλονται , μετὰ δέ , ὡς τοῦτό γε οὐκ ἔπειθε τοὺς Φωκαιέας , δὲ πυθόμενος τὸν Μῆδον παρ’ αὐτῶν ὡς αὔξοιτο , ἐδίδου σφι χρήματα τεῖχος περιβαλέσθαι τὴν πόλιν . Ἐδίδου δὲ ἀφειδέως · καὶ γὰρ καὶ περίοδος τοῦ τείχεος οὐκ ὀλίγοι στάδιοί εἰσι , τοῦτο δὲ πᾶν λίθων μεγάλων καὶ εὖ συναρμοσμένων .