1.159 Ἀπικομένων δὲ ἐς Βραγχίδας , ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ἐπειρωτέων τάδε · ʹ Ὦναξ , ἦλθε παρ’ ἡμέας ἱκέτης Πακτύης Λυδὸς φεύγων θάνατον βίαιον πρὸς Περσέων · οἱ δέ μιν ἐξαιτέονται προεῖναι Κυμαίους κελεύοντες . Ἡμεῖς δὲ δειμαίνοντες τὴν Περσέων δύναμιν τὸν ἱκέτην ἐς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι , πρὶν ἂν τὸ ἀπὸ σέο ἡμῖν δηλωθῇ ἀτρεκέως ὁκότερα ποιέωμεν . ʹ μὲν ταῦτα ἐπειρώτα , δ’ αὖτις τὸν αὐτόν σφι χρησμὸν ἔφαινε κελεύων ἐκδιδόναι Πακτύην Πέρσῃσι . Πρὸς ταῦτα Ἀριστόδικος ἐκ προνοίης ἐποίεε τάδε · περιιὼν τὸν νηὸν κύκλῳ ἐξαίρεε τοὺς στρουθοὺς καὶ ἄλλα ὅσα ἦν νενεοσσευμένα ὀρνίθων γένεα ἐν τῷ νηῷ . Ποιεῦντος δὲ αὐτοῦ ταῦτα λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀριστόδικον , λέγουσαν δὲ τάδε · ʹ Ἀνοσιώτατε ἀνθρώπων , τί τάδε τολμᾷς ποιέειν ; Τοὺς ἱκέτας μεὸ ἐκ τοῦ νηοῦ κεραΐζεις ; ʹ Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν · ʹ Ὦναξ , αὐτὸς μὲν οὕτω τοῖσι ἱκέτῃσι βοηθέεις , Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι ; ʹ Τὸν δὲ αὖτις ἀμείψασθαι τοῖσδε · ʹ Ναὶ κελεύω , ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε , ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετέων ἐκδόσιος ἔλθητε ἐπὶ τὸ χρηστήριον . ʹ