1.158 Πέμψαντες ὦν οἱ Κυμαῖοι ἐς τοὺς Βραγχίδας θεοπρόπους εἰρώτων περὶ Πακτύην ὁκοῖόν τι ποιεῦντες θεοῖσι μέλλοιεν χαριεῖσθαι . Ἐπειρωτῶσι δέ σφι ταῦτα χρηστήριον ἐγένετο ἐκδιδόναι Πακτύην Πέρσῃσι . Ταῦτα δὲ ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Κυμαῖοι , ὁρμέατο ἐκδιδόναι . Ὁρμημένου δὲ ταύτῃ τοῦ πλήθεος Ἀριστόδικος Ἡρακλείδεω ἀνὴρ τῶν ἀστῶν ἐὼν δόκιμος ἔσχε μὴ ποιῆσαι ταῦτα Κυμαίους , ἀπιστέων τε τῷ χρησμῷ καὶ δοκέων τοὺς θεοπρόπους οὐ λέγειν ἀληθέως , ἐς τὸ δεύτερον περὶ Πακτύεω ἐπειρησόμενοι ἤισαν ἄλλοι θεοπρόποι , τῶν καὶ Ἀριστόδικος ἦν .