1.156 Κροῖσος μὲν δὴ ταῦτά οἱ ὑπετίθετο , αἱρετώτερα ταῦτα εὑρίσκων Λυδοῖσι ἀνδραποδισθέντας πρηθῆναί σφεας , ἐπιστάμενος ὅτι , ἢν μὴ ἀξιόχρεον πρόφασιν προτείνῃ , οὐκ ἀναπείσει μιν μεταβουλεύσασθαι , ἀρρωδέων δὲ μὴ καὶ ὕστερόν κοτε οἱ Λυδοί , ἢν τὸ παρεὸν ὑπεκδράμωσι , ἀποστάντες ἀπὸ τῶν Περσέων ἀπόλωνται . Κῦρος δὲ ἡσθεὶς τῇ ὑποθήκῃ καὶ ὑπεὶς τῆς ὀργῆς ἔφη οἱ πείθεσθαι . Καλέσας δὲ Μαζάρεα ἄνδρα Μῆδον , ταῦτά τέ οἱ ἐνετείλατο προειπεῖν Λυδοῖσι τὰ Κροῖσος ὑπετίθετο , καὶ πρὸς ἐξανδραποδίσασθαι τοὺς ἄλλους πάντας οἳ μετὰ Λυδῶν ἐπὶ Σάρδις ἐστρατεύσαντο , αὐτὸν δὲ Πακτύην πάντως ζώοντα ἀγαγεῖν παρ’ ἑωυτόν .
1.157 μὲν δὴ ταῦτα ἐκ τῆς ὁδοῦ ἐντειλάμενος ἀπήλαυνε ἐς ἤθεα τὰ Περσέων . Πακτύης δὲ πυθόμενος ἀγχοῦ εἶναι στρατὸν ἐπ’ ἑωυτὸν ἰόντα , δείσας οἴχετο φεύγων ἐς Κύμην . Μαζάρης δὲ Μῆδος ἐλάσας ἐπὶ τὰς Σάρδις τοῦ Κύρου στρατοῦ μοῖραν ὅσην δή κοτε ἔχων , ὡς οὐκ εὗρε ἔτι ἐόντας τοὺς ἀμφὶ Πακτύην ἐν Σάρδισι , πρῶτα μὲν τοὺς Λυδοὺς ἠνάγκασε τὰς Κύρου ἐντολὰς ἐπιτελέειν · ἐκ τούτου δὲ κελευσμοσύνης Λυδοὶ τὴν πᾶσαν δίαιταν τῆς ζόης μετέβαλον . Μαζάρης δὲ μετὰ τοῦτο ἔπεμπε ἐς τὴν Κύμην ἀγγέλους ἐκδιδόναι κελεύων Πακτύην . Οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς πέρι ἐς θεὸν ἀνοῖσαι τὸν ἐν Βραγχίδῃσι . Ἦν γὰρ αὐτόθι μαντήιον ἐκ παλαιοῦ ἱδρυμένον , τῷ Ἴωνές τε πάντες καὶ Αἰολέες ἐώθεσαν χρᾶσθαι · δὲ χῶρος οὗτός ἐστι τῆς Μιλησίης ὑπὲρ Πανόρμου λιμένος .