1.155 Πυθόμενος δὲ κατ’ ὁδὸν ταῦτα Κῦρος εἶπε πρὸς Κροῖσον τάδε · ʹ Κροῖσε , τί ἔσται τέλος τῶν γινομένων τούτων ἐμοί ; Οὐ παύσονται Λυδοί , ὡς οἴκασι , πρήγματα παρέχοντες καὶ αὐτοὶ ἔχοντες . Φροντίζω μὴ ἄριστον ἐξανδραποδίσασθαί σφεας . Ὁμοίως γάρ μοι νῦν γε φαίνομαι πεποιηκέναι ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσαιτο · ὣς δὲ καὶ ἐγὼ Λυδῶν τὸν μὲν πλέον τι πατέρα ἐόντα σὲ λαβὼν ἄγω , αὐτοῖσι δὲ Λυδοῖσι τὴν πόλιν παρέδωκα , καὶ ἔπειτα θωμάζω εἴ μοι ἀπεστᾶσι . ʹ μὲν δὴ τά περ ἐνόεε ἔλεγε , δ’ ἀμείβετο τοῖσδε , δείσας μὴ ἀναστάτους ποιήσῃ τὰς Σάρδις · ʹ βασιλεῦ , τὰ μὲν οἰκότα εἴρηκας , σὺ μέντοι μὴ πάντα θυμῷ χρέο μηδὲ πόλιν ἀρχαίην ἐξαναστήσῃς ἀναμάρτητον ἐοῦσαν καὶ τῶν πρότερον καὶ τῶν νῦν ἑστεώτων . Τὰ μὲν γὰρ πρότερον ἐγώ τε ἔπρηξα καὶ ἐγὼ κεφαλῇ ἀναμάξας φέρω . Τὰ δὲ νῦν παρεόντα , Πακτύης γάρ ἐστι ἀδικέων , τῷ σὺ ἐπέτρεψας Σάρδις , οὗτος δότω τοι δίκην . Λυδοῖσι δὲ συγγνώμην ἔχων τάδε αὐτοῖσι ἐπίταξον , ὡς μήτε ἀποστέωσι μήτε δεινοί τοι ἔωσι · ἄπειπε μέν σφι πέμψας ὅπλα ἀρήια μὴ ἐκτῆσθαι , κέλευε δέ σφεας κιθῶνάς τε ὑποδύνειν τοῖσι εἵμασι καὶ κοθόρνους ὑποδέεσθαι , πρόειπε δ’ αὐτοῖσι κιθαρίζειν τε καὶ ψάλλειν καὶ καπηλεύειν παιδεύειν τοὺς παῖδας · καὶ ταχέως σφέας , βασιλεῦ , γυναῖκας ἀντ’ ἀνδρῶν ὄψεαι γεγονότας , ὥστε οὐδὲν δεινοί τοι ἔσονται μὴ ἀποστέωσι . ʹ