1.153 Ταῦτα εἰπόντος τοῦ κήρυκος λέγεται Κῦρον ἐπειρέσθαι τοὺς παρεόντας οἱ Ἑλλήνων τίνες ἐόντες ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι πλῆθος ταῦτα ἑωυτῷ προαγορεύουσι . Πυνθανόμενον δέ μιν εἰπεῖν πρὸς τὸν κήρυκα τὸν Σπαρτιήτην · ʹ Οὐκ ἔδεισά κω ἄνδρας τοιούτους , τοῖσί ἐστι χῶρος ἐν μέσῃ τῇ πόλι ἀποδεδεγμένος ἐς τὸν συλλεγόμενοι ἀλλήλους ὀμνύντες ἐξαπατῶσι . Τοῖσι , ἢν ἐγὼ ὑγιαίνω , οὐ τὰ Ἰώνων πάθεα ἔσται ἔλλεσχα ἀλλὰ τὰ οἰκήια . ʹ Ταῦτα ἐς τοὺς πάντας Ἕλληνας ἀπέρριψε Κῦρος τὰ ἔπεα , ὅτι ἀγορὰς στησάμενοι ὠνῇ τε καὶ πρήσι χρέωνται · αὐτοὶ γὰρ οἱ Πέρσαι ἀγορῇσι οὐδὲν ἐώθασι χρᾶσθαι , οὐδέ σφι ἔστι τὸ παράπαν ἀγορή . Μετὰ ταῦτα ἐπιτρέψας τὰς μὲν Σάρδις Ταβάλῳ ἀνδρὶ Πέρσῃ , τὸν δὲ χρυσὸν τόν τε Κροίσου καὶ τὸν τῶν ἄλλων Λυδῶν Πακτύῃ ἀνδρὶ Λυδῷ κομίζειν , ἀπήλαυνε αὐτὸς ἐς Ἀγβάτανα , Κροῖσόν τε ἅμα ἀγόμενος καὶ τοὺς Ἴωνας ἐν οὐδενὶ λόγῳ ποιησάμενος τὴν πρώτην εἶναι . τε γὰρ Βαβυλών οἱ ἦν ἐμπόδιος καὶ τὸ Βάκτριον ἔθνος καὶ Σάκαι τε καὶ Αἰγύπτιοι , ἐπ’ οὓς ἐπεῖχέ τε στρατηλατέειν αὐτός , ἐπὶ δὲ Ἴωνας ἄλλον πέμπειν στρατηγόν . ʹ
1.154 Ὡς δὲ ἀπήλασε Κῦρος ἐκ τῶν Σαρδίων , τοὺς Λυδοὺς ἀπέστησε Πακτύης ἀπό τε Ταβάλου καὶ Κύρου . Καταβὰς δὲ ἐπὶ θάλασσαν , ἅτε τὸν χρυσὸν ἔχων πάντα τὸν ἐκ τῶν Σαρδίων , ἐπικούρους τε ἐμισθοῦτο καὶ τοὺς ἐπιθαλασσίους ἀνθρώπους ἔπειθε σὺν ἑωυτῷ στρατεύεσθαι . Ἐλάσας δὲ ἐπὶ τὰς Σάρδις ἐπολιόρκεε Τάβαλον ἀπεργμένον ἐν τῇ ἀκροπόλι .