1.152 Ὡς δὲ ἀπίκοντο ἐς τὴν Σπάρτην τῶν Ἰώνων καὶ Αἰολέων οἱ ἄγγελοι κατὰ γὰρ δὴ τάχος ἦν ταῦτα πρησσόμενα , εἵλοντο πρὸ πάντων λέγειν τὸν Φωκαιέα , τῷ οὔνομα ἦν Πύθερμος . δὲ πορφύρεόν τε εἷμα περιβαλόμενος , ὡς ἂν πυνθανόμενοι πλεῖστοι συνέλθοιεν Σπαρτιητέων , καὶ καταστὰς ἔλεγε πολλὰ τιμωρέειν ἑωυτοῖσι χρηίζων . Λακεδαιμόνιοι δὲ οὐκ ἐσήκουον , ἀλλ’ ἀπέδοξέ σφι μὴ τιμωρέειν Ἴωσι . Οἱ μὲν δὴ ἀπαλλάσσοντο . Λακεδαιμόνιοι δὲ ἀπωσάμενοι τῶν Ἰώνων τοὺς ἀγγέλους ὅμως ἀπέστειλαν πεντηκοντέρῳ ἄνδρας , ὡς μὲν ἐμοὶ δοκέει , κατασκόπους τῶν τε Κύρου πρηγμάτων καὶ Ἰωνίης . Ἀπικόμενοι δὲ οὗτοι ἐς Φώκαιαν ἔπεμπον ἐς Σάρδις σφέων αὐτῶν τὸν δοκιμώτατον , τῷ οὔνομα ἦν Λακρίνης , ἀπερέοντα Κύρῳ Λακεδαιμονίων ῥῆσιν , γῆς τῆς Ἑλλάδος μηδεμίαν πόλιν σιναμωρέειν ὡς αὐτῶν οὐ περιοψομένων .