1.150 Κολοφωνίους ἄνδρας στάσι ἑσσωθέντας καὶ ἐκπεσόντας ἐκ τῆς πατρίδος ὑπεδέξαντο . Μετὰ δὲ οἱ φυγάδες τῶν Κολοφωνίων φυλάξαντες τοὺς Σμυρναίους ὁρτὴν ἔξω τείχεος ποιευμένους Διονύσῳ , τὰς πύλας ἀποκληίσαντες ἔσχον τὴν πόλιν . Βοηθησάντων δὲ πάντων Αἰολέων ὁμολογίῃ ἐχρήσαντο τὰ ἔπιπλα ἀποδόντων τῶν Ἰώνων ἐκλιπεῖν Σμύρνην Αἰολέας . Ποιησάντων δὲ ταῦτα , Σμυρναίους ἐπιδιείλοντο σφίσι αἱ ἕνδεκα πόλιες καὶ ἐποιήσαντο σφέων αὐτέων πολιήτας .
1.151 Αὗται μέν νυν αἱ ἠπειρώτιδες Αἰολίδες πόλιες , ἔξω τῶν ἐν τῇ Ἴδῃ οἰκημένων · κεχωρίδαται γὰρ αὗται . Αἱ δὲ τὰς νήσους ἔχουσαι πέντε μὲν πόλιες τὴν Λέσβον νέμονται τὴν γὰρ ἕκτην ἐν τῇ Λέσβῳ οἰκεομένην Ἀρίσβαν ἠνδραπόδισαν Μηθυμναῖοι , ἐόντας ὁμαίμους , ἐν Τενέδῳ δὲ μία οἰκέεται πόλις , καὶ ἐν τῇσι Ἑκατὸν νήσοισι καλεομένῃσι ἄλλη μία . Λεσβίοισι μέν νυν καὶ Τενεδίοισι , κατά περ Ἰώνων τοῖσι τὰς νήσους ἔχουσι , ἦν δεινὸν οὐδέν . Τῇσι δὲ λοιπῇσι πόλισι ἕαδε κοινῇ Ἴωσι ἕπεσθαι τῇ ἂν οὗτοι ἐξηγέωνται .