1.138 Ἅσσα δέ σφι ποιέειν οὐκ ἔξεστι , ταῦτα οὐδὲ λέγειν ἔξεστι . Αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται , δεύτερα δὲ τὸ ὀφείλειν χρέος , πολλῶν μὲν καὶ ἄλλων εἵνεκα , μάλιστα δὲ ἀναγκαίην φασὶ εἶναι τὸν ὀφείλοντα · καί τι ψεῦδος λέγειν . Ὃς ἂν δὲ τῶν ἀστῶν λέπρην λεύκην ἔχῃ , ἐς πόλιν οὗτος οὐ κατέρχεται οὐδὲ συμμίσγεται τοῖσι ἄλλοισι Πέρσῃσι · φασὶ δέ μιν ἐς τὸν ἥλιον ἁμαρτόντα τι ταῦτα ἔχειν · ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τούτων πάλιν ἐξελαύνουσι ἐκ τῆς χώρης , καὶ τὰς λευκὰς περιστερὰς . . . , τὴν αὐτὴν αἰτίην ἐπιφέροντες . Ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὔτε ἐμπτύουσι , οὐ χεῖρας ἐναπονίζονται οὐδὲ ἄλλον οὐδένα περιορῶσι , ἀλλὰ σέβονται ποταμοὺς μάλιστα .
1.139 Καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι , τὸ Πέρσας μὲν αὐτοὺς λέληθε , ἡμέας μέντοι οὔ · τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσι πάντα ἐς τὠυτὸ γράμμα , τὸ Δωριέες μὲν σὰν καλέουσι , Ἴωνες δὲ σίγμα . Ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα , οὐ τὰ μέν , τὰ δὲ οὔ , ἀλλὰ πάντα ὁμοίως .