9.122 Τούτου δὲ τοῦ Ἀρταΰκτεω τοῦ ἀνακρεμασθέντος προπάτωρ Ἀρτεμβάρης ἐστὶ Πέρσῃσι ἐξηγησάμενος λόγον τὸν ἐκεῖνοι ὑπολαβόντες Κύρῳ προσήνεικαν λέγοντα τάδε · ʹ Ἐπεὶ Ζεὺς . . . Πέρσῃσι ἡγεμονίην διδοῖ , ἀνδρῶν δὲ σοί , Κῦρε , κατελὼν Ἀστυάγεα , φέρε , γῆν γὰρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην τρηχέαν , μεταναστάντες ἐκ ταύτης ἄλλην σχῶμεν ἀμείνω . Εἰσὶ δὲ πολλαὶ μὲν ἀστυγείτονες , πολλαὶ δὲ καὶ ἑκαστέρω , τῶν μίαν σχόντες πλέοσι ἐσόμεθα θωμαστότεροι · οἰκὸς δὲ ἄνδρας ἄρχοντας τοιαῦτα ποιέειν . Κότε γὰρ δὴ καὶ παρέξει κάλλιον ὅτε γε ἀνθρώπων τε πολλῶν ἄρχομεν πάσης τε τῆς Ἀσίης ; ʹ Κῦρος δέ , ταῦτα ἀκούσας καὶ οὐ θωμάσας τὸν λόγον , ἐκέλευε ποιέειν ταῦτα , οὕτω δὲ αὐτοῖσι παραίνεε κελεύων παρασκευάζεσθαι ὡς οὐκέτι ἄρξοντας ἀλλ’ ἀρξομένους · φιλέειν γὰρ ἐκ τῶν μαλακῶν χώρων μαλακοὺς ἄνδρας γίνεσθαι · οὐ γάρ τι τῆς αὐτῆς γῆς εἶναι καρπόν τε θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια . Ὥστε συγγνόντες Πέρσαι οἴχοντο ἀποστάντες , ἑσσωθέντες τῇ γνώμῃ πρὸς Κύρου , ἄρχειν τε εἵλοντο λυπρὴν οἰκέοντες μᾶλλον πεδιάδα σπείροντες ἄλλοισι δουλεύειν .