1.140 Ταῦτα μὲν ἀτρεκέως ἔχω περὶ αὐτῶν εἰδὼς εἰπεῖν . Τάδε μέντοι ὡς κρυπτόμενα λέγεται καὶ οὐ σαφηνέως περὶ τοῦ ἀποθανόντος , ὡς οὐ πρότερον θάπτεται ἀνδρὸς Πέρσεω νέκυς πρὶν ἂν ὑπ’ ὄρνιθος κυνὸς ἑλκυσθῇ . Μάγους μὲν γὰρ ἀτρεκέως οἶδα ταῦτα ποιεῦντας · ἐμφανέως γὰρ δὴ ποιεῦσι . Κατακηρώσαντες δὲ ὦν τὸν νέκυν Πέρσαι γῇ κρύπτουσι . Μάγοι δὲ κεχωρίδαται πολλὸν τῶν τε ἄλλων ἀνθρώπων καὶ τῶν ἐν Αἰγύπτῳ ἱρέων · οἱ μὲν γὰρ ἁγνεύουσι ἔμψυχον μηδὲν κτείνειν , εἰ μὴ ὅσα θύουσι · οἱ δὲ δὴ μάγοι αὐτοχειρίῃ πάντα πλὴν κυνὸς καὶ ἀνθρώπου κτείνουσι , καὶ ἀγώνισμα μέγα τοῦτο ποιεῦνται , κτείνοντες ὁμοίως μύρμηκάς τε καὶ ὄφις καὶ τἆλλα ἑρπετὰ καὶ πετεινά . Καὶ ἀμφὶ μὲν τῷ νόμῳ τούτῳ ἐχέτω ὡς καὶ ἀρχὴν ἐνομίσθη · ἄνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον .