9.116 Ἐτυράννευε δὲ τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης , ἀνὴρ μὲν Πέρσης , δεινὸς δὲ καὶ ἀτάσθαλος , ὃς καὶ βασιλέα ἐλαύνοντα ἐπ’ Ἀθήνας ἐξηπάτησε , τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρήματα ἐξ Ἐλαιοῦντος ὑπελόμενος . Ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ αὐτόν , ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα , τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος . Λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο · ʹ Δέσποτα , ἔστι οἶκος ἀνδρὸς Ἕλληνος ἐνθαῦτα , ὃς ἐπὶ γῆν τὴν σὴν στρατευσάμενος δίκης κυρήσας ἀπέθανε . Τούτου μοι δὸς , τὸν οἶκον , ἵνα καί τις μάθῃ ἐπὶ γῆν τὴν σὴν μὴ στρατεύεσθαι . ʹ Ταῦτα λέγων εὐπετέως ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον , οὐδὲν ὑποτοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε . Ἐπὶ γῆν δὲ τὴν βασιλέος στρατεύεσθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε ; τὴν Ἀσίην πᾶσαν νομίζουσι ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασιλεύοντος . Ἐπεὶ δὲ ἐδόθη , τὰ χρήματα ἐξ Ἐλαιοῦντος ἐς Σηστὸν ἐξεφόρησε καὶ τὸ τέμενος ἔσπειρε καὶ ἔνεμε , αὐτός τε ὅκως ἀπίκοιτο ἐς Ἐλαιοῦντα , ἐν τῷ ἀδύτῳ γυναιξὶ ἐμίσγετο . Τότε δὲ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων οὔτε παρεσκευασμένος ἐς πολιορκίην οὔτε προσδεκόμενος τοὺς Ἕλληνας · ἀφυλάκτῳ δέ κως αὐτῷ ἐπέπεσον .