9.114 Κατὰ μὲν τὸν ἔρωτα τὸν Ξέρξεω καὶ τὸν Μασίστεω θάνατον τοσαῦτα ἐγένετο . ? Οἱ δὲ ἐκ Μυκάλης ὁρμηθέντες Ἕλληνες ἐπ’ Ἑλλησπόντου πρῶτον μὲν περὶ Λεκτὸν ὅρμεον , ὑπὸ ἀνέμων ἀπολαμφθέντες , ἐνθεῦτεν δὲ ἀπίκοντο ἐς Ἄβυδον καὶ τὰς γεφύρας εὗρον διαλελυμένας , τὰς ἐδόκεον εὑρήσειν ἔτι ἐντεταμένας , καὶ τούτων οὐκ ἥκιστα εἵνεκεν ἐς τὸν Ἑλλήσποντον ἀπίκοντο . Τοῖσι μέν νυν ἀμφὶ Λευτυχίδην Πελοποννησίοισι ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα , Ἀθηναίοισι δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας πειρᾶσθαι τῆς Χερσονήσου . Οἱ μὲν δὴ ἀπέπλεον , Ἀθηναῖοι δὲ ἐκ τῆς Ἀβύδου διαβαλόντες ἐς τὴν Χερσόνησον Σηστὸν ἐπολιόρκεον .
9.115 Ἐς δὲ τὴν Σηστὸν ταύτην , ὡς ἐόντος ἰσχυροτάτου τείχεος τῶν ταύτῃ , συνῆλθον , ὡς ἤκουσαν παρεῖναι τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήσποντον , ἔκ τε τῶν ἀλλέων τῶν περιοικίδων , καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ Πέρσης , ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς . Εἶχον δὲ ταύτην οἱ ἐπιχώριοι Αἰολέες , συνῆσαν δὲ Πέρσαι τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος .