9.117 Ἐπεὶ δὲ πολιορκεομένοισί σφι φθινόπωρον ἐπεγίνετο , καὶ ἤσχαλλον οἱ Ἀθηναῖοι ἀπό τε τῆς ἑωυτῶν ἀποδημέοντες καὶ οὐ δυνάμενοι ἐξελεῖν τὸ τεῖχος , ἐδέοντο τε τῶν στρατηγῶν ὅκως ἀπάγοιεν σφέας ὀπίσω · οἱ δὲ οὐκ ἔφασαν πρὶν ἐξέλωσι τὸ Ἀθηναίων κοινόν σφεας μεταπέμψηται · οὕτω δὴ ἔστεργον τὰ παρεόντα .
9.118 Οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη κακοῦ ἀπιγμένοι ἦσαν , οὕτως ὥστε τοὺς τόνους ἕψοντες τῶν κλινέων ἐσιτέοντο . Ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον , οὕτω δὴ ὑπὸ νύκτα οἴχονται ἀποδράντες οἵ τε Πέρσαι καὶ Ἀρταΰκτης καὶ Οἰόβαζος , τὸ ὄπισθε τοῦ τείχεος καταβάντες , τῇ ἦν ἐρημότατον τῶν πολεμίων . Ὡς δὲ ἡμέρη ἐγένετο , οἱ Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσήμηναν τοῖσι Ἀθηναίοισι τὸ γεγονὸς καὶ τὰς πύλας ἄνοιξαν · τῶν δὲ οἱ μὲν πλέονες ἐδίωκον , οἱ δὲ τὴν πόλιν εἶχον .
9.119 Οἰόβαζον μέν νυν ἐκφεύγοντα ἐς τὴν Θρηίκην Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ σφετέρῳ , τοὺς δὲ μετ’ ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευσαν . Οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν , καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς Ποταμῶν , ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἱ μὲν ἀπέθανον , οἱ δὲ ζώοντες ἐλάμφθησαν . Καὶ συνδήσαντές σφεας οἱ Ἕλληνες ἤγαγον ἐς Σηστόν , μετ’ αὐτῶν δὲ καὶ Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ .