9.112 Ἐν δὲ τούτῳ τῷ διὰ μέσου χρόνῳ ἐν τῷ Ξέρξης τῷ ἀδελφεῷ διελέγετο , Ἄμηστρις μεταπεμψαμένη τοὺς δορυφόρους τοὺς Ξέρξεω διαλυμαίνεται τὴν γυναῖκα τὴν Μασίστεω · τούς τε μαζοὺς ἀποταμοῦσα κυσὶ προέβαλε καὶ ῥῖνα καὶ ὦτα καὶ χείλεα καὶ γλῶσσαν ἐκταμοῦσα ἐς οἶκόν μιν ἀποπέμπει διαλελυμασμένην .
9.113 δὲ Μασίστης οὐδέν κω ἀκηκοὼς τούτων , ἐλπόμενος δέ τί οἱ κακὸν εἶναι , ἐσπίπτει δρόμῳ ἐς τὰ οἰκία . Ἰδὼν δὲ διεφθαρμένην τὴν γυναῖκα , αὐτίκα μετὰ ταῦτα συμβουλευσάμενος τοῖσι παισὶ ἐπορεύετο ἐς Βάκτρα σύν τε τοῖσι ἑωυτοῦ υἱοῖσι καὶ δή κού τισι καὶ ἄλλοισι ὡς ἀποστήσων νομὸν τὸν Βάκτριον καὶ ποιήσων τὰ μέγιστα κακῶν βασιλέα . Τά περ ἂν καὶ ἐγένετο , ὡς ἐμοὶ δοκέειν , εἴ περ ἔφθη ἀναβὰς ἐς τοὺς Βακτρίους καὶ τοὺς Σάκας · καὶ γὰρ ἔστεργόν τέ μιν καὶ ἦν ὕπαρχος τῶν Βακτρίων . Ἀλλὰ γὰρ Ξέρξης πυθόμενος ταῦτα ἐκεῖνον πρήσσοντα πέμψας ἐπ’ αὐτὸν στρατιὴν ἐν τῇ ὁδῷ κατέκτεινε αὐτόν τε ἐκεῖνον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν στρατιὴν τὴν ἐκείνου .