1.136 Ἀνδραγαθίη δὲ αὕτη ἀποδέδεκται , μετὰ τὸ μάχεσθαι εἶναι ἀγαθόν , ὃς ἂν πολλοὺς ἀποδέξῃ παῖδας · τῷ δὲ τοὺς πλείστους ἀποδεικνύντι δῶρα ἐκπέμπει βασιλεὺς ἀνὰ πᾶν ἔτος · τὸ πολλὸν δ’ ἥγηνται ἰσχυρὸν εἶναι . Παιδεύουσι δὲ τοὺς παῖδας ἀπὸ πενταέτεος ἀρξάμενοι μέχρι εἰκοσαέτεος τρία μοῦνα , ἱππεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι . Πρὶν δὲ πενταέτης γένηται , οὐκ ἀπικνέεται ἐς ὄψιν τῷ πατρί , ἀλλὰ παρὰ τῇσι γυναιξὶ δίαιταν ἔχει · τοῦδε δὲ εἵνεκα τοῦτο οὕτω ποιέεται , ἵνα , ἢν ἀποθάνῃ τρεφόμενος , μηδεμίαν ἄσην τῷ πατρὶ προσβάλῃ .
1.137 Αἰνέω μέν νυν τοῦτον τὸν νόμον , αἰνέω δὲ καὶ τόνδε , τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν , μήτε τινὰ τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν · ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων , οὕτω τῷ θυμῷ χρᾶται . Ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μητέρα , ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα ἐγένετο , πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαῖα ἐόντα μοιχίδια · οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ ἑωυτοῦ παιδὸς ἀποθνῄσκειν .