9.111 Τέλος μέντοι γε ἐκείνης τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος , ὅτι ἀτυχῆσαι τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προκειμένου , κάρτα δὴ ἀέκων κατανεύει , καὶ παραδοὺς ποιέει ὧδε · τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται , δὲ μεταπεμψάμενος τὸν ἀδελφεὸν λέγει τάδε · ʹ Μασίστα , σὺ εἶς Δαρείου τε παῖς καὶ ἐμὸς ἀδελφεός , πρὸς δ’ ἔτι τούτοισι καὶ εἶς ἀνὴρ ἀγαθός . Γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε , ἀλλά τοι ἀντ’ αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν . Ταύτῃ συνοίκεε · τὴν δὲ νῦν ἔχεις , οὐ γὰρ δοκέει ἐμοί , μὴ ἔχε γυναῖκα . ʹ δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει τάδε · ʹ δέσποτα , τίνα μοι λόγον λέγεις ἄχρηστον , κελεύων με γυναῖκα , ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες , τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα , αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα , ταύτην με κελεύεις μετέντα θυγατέρα τὴν σὴν γῆμαι ; Ἐγὼ δὲ , βασιλεῦ , μέγα μὲν ποιεῦμαι ἀξιούμενος θυγατρὸς τῆς σῆς , ποιήσω μέντοι τούτων οὐδέτερα . Σὺ δὲ μηδαμῶς βιῶ πρήγματος τοιούτου δεόμενος · ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται ἐμεῦ οὐδὲν ἥσσων , ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν . ʹ μὲν δὴ τοιούτοισι ἀμείβεται , Ξέρξης δὲ θυμωθεὶς λέγει τάδε · ʹ Οὕτω τοι , Μασίστα , πέπρηκται · οὔτε γὰρ ἄν τοι δοίην ἔτι θυγατέρα τὴν ἐμὴν γῆμαι , οὔτε ἐκείνῃ ἔτι πλέονα χρόνον συνοικήσεις , ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι . ʹ δὲ , ὡς ταῦτα ἤκουσε , εἴπας τοσόνδε ἐχώρεε ἔξω · ʹ Δέσποτα , οὐ δή κώ με ἀπώλεσας . ʹ