9.110 Καὶ Ἄμηστρις πυνθάνεταί μιν ἔχουσαν · μαθοῦσα δὲ τὸ ποιεύμενον , τῇ μὲν γυναικὶ αὐτῇ οὐκ εἶχε ἔγκοτον , δὲ ἐλπίζουσα τὴν μητέρα αὐτῆς εἶναι αἰτίην καὶ ταῦτα ἐκείνην πρήσσειν , τῇ Μασίστεω γυναικὶ ἐβούλευε ὄλεθρον . Φυλάξασα δὲ τὸν ἄνδρα τὸν ἑωυτῆς Ξέρξην βασιλήιον δεῖπνον προτιθέμενον τοῦτο δὲ τὸ δεῖπνον παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ , ἐν ἡμέρῃ τῇ ἐγένετο βασιλεύς · οὔνομα δὲ τῷ δείπνῳ τούτῳ Περσιστὶ μὲν τυκτά , κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν τέλειον · τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον βασιλεὺς καὶ Πέρσας δωρέεται , ταύτην δὴ τὴν ἡμέρην φυλάξασα Ἄμηστρις χρηίζει τοῦ Ξέρξεω δοθῆναί οἱ τὴν Μασίστεω γυναῖκα . δὲ δεινόν τε καὶ ἀνάρσιον ἐποιέετο τοῦτο μὲν ἀδελφεοῦ γυναῖκα παραδοῦναι , τοῦτο δὲ ἀναιτίην ἐοῦσαν τοῦ πρήγματος τούτου · συνῆκε γὰρ τοῦ εἵνεκεν ἐδέετο .