9.109 Χρόνου δὲ προϊόντος ἀνάπυστα γίνεται τρόπῳ τοιῷδε . Ἐξυφήνασα Ἄμηστρις Ξέρξεω γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ Ξέρξῃ . δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν Ἀρταΰντην . Ἡσθεὶς δὲ καὶ ταύτῃ ἐκέλευσε αὐτὴν αἰτῆσαι τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑπουργημένων · πάντα γὰρ τεύξεσθαι αἰτήσασαν . Τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ γενέσθαι , πρὸς ταῦτα εἶπε Ξέρξῃ · ʹ Δώσεις μοι τὸ ἄν σε αἰτήσω ; ʹ δὲ πᾶν ἂν μᾶλλον δοκέων κείνην αἰτῆσαι ὑπισχνέετο καὶ ὤμοσε · δέ , ὡς ὤμοσε , ἀδεῶς αἰτέει τὸ φᾶρος . Ξέρξης δὲ παντοῖος ἐγίνετο οὐ βουλόμενος δοῦναι , κατ’ ἄλλο μὲν οὐδέν , φοβεόμενος δὲ Ἄμηστριν , μὴ καὶ πρὶν κατεικαζούσῃ τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων . Ἀλλὰ πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν , τοῦ ἔμελλε οὐδεὶς ἄρξειν ἄλλ’ ἐκείνη · Περσικὸν δὲ κάρτα στρατὸς δῶρον . Ἀλλ’ οὐ γὰρ ἔπειθε , διδοῖ τὸ φᾶρος · δὲ περιχαρὴς ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο .