9.108 Τότε δὴ ἐν τῇσι Σάρδισι ἐὼν ἄρα ἤρα τῆς Μασίστεω γυναικός , ἐούσης καὶ ταύτης ἐνθαῦτα . Ὡς δέ οἱ προσπέμποντι οὐκ ἐδύνατο κατεργασθῆναι , οὐδὲ βίην προσέφερε προμηθεόμενος τὸν ἀδελφεὸν Μασίστην τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν γυναῖκα · εὖ γὰρ ἐπίστατο βίης οὐ τευξομένη , ἐνθαῦτα δὴ Ξέρξης ἐργόμενος τῶν ἄλλων πρήσσει τὸν γάμον τοῦτον τῷ παιδὶ τῷ ἑωυτοῦ Δαρείῳ , θυγατέρα τῆς γυναικὸς ταύτης καὶ Μασίστεω , δοκέων αὐτὴν μᾶλλον λάμψεσθαι ἢν ταῦτα ποιήσῃ . Ἁρμόσας δὲ καὶ τὰ νομιζόμενα ποιήσας ἀπήλαυνε ἐς Σοῦσα · ἐπεὶ δὲ ἐκεῖσέ τε ἀπίκετο καὶ ἠγάγετο ἐς ἑωυτοῦ Δαρείῳ τὴν γυναῖκα , οὕτω δὴ τῆς Μασίστεω μὲν γυναικὸς ἐπέπαυτο , δὲ διαμειψάμενος ἤρα τε καὶ ἐτύγχανε τῆς Δαρείου μὲν γυναικός , Μασίστεω δὲ θυγατρός · οὔνομα δὲ τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη .