9.107 Οὗτοι μὲν δὴ ἐπ’ Ἑλλησπόντου ἔπλεον · τῶν δὲ ἀποφυγόντων βαρβάρων ἐς τὰ ἄκρα τε τῆς Μυκάλης κατειληθέντων , ἐόντων οὐ πολλῶν , ἐγίνετο κομιδὴ ἐς Σάρδις . Πορευομένων δὲ κατ’ ὁδὸν Μασίστης Δαρείου παρατυχὼν τῷ πάθεϊ τῷ γεγονότι τὸν στρατηγὸν Ἀρταΰντην ἔλεγε πολλά τε καὶ κακά , ἄλλα τε καὶ γυναικὸς κακίω φὰς αὐτὸν εἶναι τοιαῦτα στρατηγήσαντα , καὶ ἄξιον εἶναι παντὸς κακοῦ τὸν βασιλέος οἶκον κακώσαντα . Παρὰ δὲ τοῖσι Πέρσῃσι γυναικὸς κακίω ἀκοῦσαι δέννος μέγιστός ἐστι . δὲ ἐπεὶ πολλὰ ἤκουσε , δεινὰ ποιεύμενος σπᾶται ἐπὶ τὸν Μασίστην τὸν ἀκινάκην , ἀποκτεῖναι θέλων . Καί μιν ἐπιθέοντα φρασθεὶς Ξειναγόρης Πρηξίλεω ἀνὴρ Ἁλικαρνησσεύς , ὄπισθε ἑστεὼς αὐτοῦ Ἀρταΰντεω , ἁρπάζει μέσον καὶ ἐξάρας παίει ἐς τὴν γῆν · καὶ ἐν τούτῳ οἱ δορυφόροι οἱ Μασίστεω προέστησαν . δὲ Ξειναγόρης ταῦτα ἐργάσατο χάριτα αὐτῷ τε Μασίστῃ τιθέμενος καὶ Ξέρξῃ , ἐκσῴζων τὸν ἀδελφεὸν τὸν ἐκείνου · καὶ διὰ τοῦτο τὸ ἔργον Ξειναγόρης Κιλικίης πάσης ἦρξε δόντος βασιλέος . Τῶν δὲ κατ’ ὁδὸν πορευομένων βαρβάρων οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο , ἀλλ’ ἀπικνέονται ἐς Σάρδις · ἐν δὲ τῇσι Σάρδισι ἐτύγχανε ἐὼν βασιλεὺς ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐξ Ἀθηνέων προσπταίσας τῇ ναυμαχίῃ φυγὼν ἀπίκετο .