9.106 Ἐπείτε δὲ κατεργάσαντο οἱ Ἕλληνες τοὺς πολλούς , τοὺς μὲν μαχομένους , τοὺς δὲ καὶ φεύγοντας τῶν βαρβάρων , τὰς νέας ἐνέπρησαν καὶ τὸ τεῖχος ἅπαν , τὴν ληίην προεξαγαγόντες ἐς τὸν αἰγιαλόν , καὶ θησαυρούς τινας χρημάτων εὗρον . Ἐμπρήσαντες δὲ τὸ τεῖχος καὶ τὰς νέας ἀπέπλεον . Ἀπικόμενοι δὲ ἐς Σάμον οἱ Ἕλληνες ἐβουλεύοντο περὶ ἀναστάσιος τῆς Ἰωνίης , καὶ ὅκῃ χρεὸν εἴη τῆς Ἑλλάδος κατοικίσαι τῆς αὐτοὶ ἐγκρατέες ἦσαν , τὴν δὲ Ἰωνίην ἀπεῖναι τοῖσι βαρβάροισι · ἀδύνατον γὰρ ἐφαίνετό σφι εἶναι ἑωυτούς τε Ἰώνων προκατῆσθαι φρουρέοντας τὸν πάντα χρόνον , καὶ ἑωυτῶν μὴ προκατημένων Ἴωνας οὐδεμίαν ἐλπίδα εἶχον χαίροντας πρὸς τῶν Περσέων ἀπαλλάξειν . Πρὸς ταῦτα Πελοποννησίων μὲν τοῖσι ἐν τέλεϊ ἐοῦσι ἐδόκεε τῶν μηδισάντων ἐθνέων τῶν Ἑλληνικῶν τὰ ἔπιπλα ἐξαναστήσαντας δοῦναι τὴν χώρην Ἴωσι ἐνοικῆσαι · Ἀθηναίοισι δὲ οὐκ ἐδόκεε ἀρχὴν Ἰωνίην γενέσθαι ἀνάστατον οὐδὲ Πελοποννησίους περὶ τῶν σφετέρων ἀποικιέων βουλεύειν · ἀντιτεινόντων δὲ τούτων προθύμως εἶξαν οἱ Πελοποννήσιοι . Καὶ οὕτω δὴ Σαμίους τε καὶ Χίους καὶ Λεσβίους καὶ τοὺς ἄλλους νησιώτας , οἳ ἔτυχον συστρατευόμενοι τοῖσι Ἕλλησι , ἐς τὸ συμμαχικὸν ἐποιήσαντο , πίστι τε καταλαβόντες καὶ ὁρκίοισι μὲν ἐμμενέειν τε καὶ μὴ ἀποστήσεσθαι . Τούτους δὲ καταλαβόντες ὁρκίοισι ἔπλεον τὰς γεφύρας λύσοντες · ἔτι γὰρ ἐδόκεον ἐντεταμένας εὑρήσειν .