9.103 Ἔτι δὲ μαχομένων τῶν Περσέων ἀπίκοντο Λακεδαιμόνιοι καὶ οἱ μετ’ αὐτῶν καὶ τὰ λοιπὰ συνδιεχείριζον . Ἔπεσον δὲ καὶ αὐτῶν τῶν Ἑλλήνων συχνοὶ ἐνθαῦτα , ἄλλοι τε καὶ Σικυώνιοι καὶ στρατηγὸς Περίλεως . Τῶν δὲ Σαμίων οἱ στρατευόμενοι , ἐόντες τε ἐν τῷ στρατοπέδῳ τῷ Μηδικῷ καὶ ἀπαραιρημένοι τὰ ὅπλα , ὡς εἶδον αὐτίκα κατ’ ἀρχὰς γινομένην ἑτεραλκέα τὴν μάχην , ἔρδον ὅσον ἐδυνέατο , προσωφελέειν ἐθέλοντες τοῖσι Ἕλλησι . Σαμίους δὲ ἰδόντες οἱ ἄλλοι Ἴωνες ἄρξαντας , οὕτω δὴ καὶ αὐτοὶ ἀποστάντες ἀπὸ Περσέων ἐπέθεντο τοῖσι βαρβάροισι .
9.104 Μιλησίοισι δὲ προσετέτακτο μὲν ἐκ τῶν Περσέων τὰς διόδους τηρέειν σωτηρίης εἵνεκά σφι , ὡς ἢν ἄρα σφέας καταλαμβάνῃ οἷά περ κατέλαβε , ἔχοντες ἡγεμόνας σῴζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης . Ἐτάχθησαν μέν νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου τε εἵνεκεν καὶ ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι νεοχμὸν ποιοῖεν . Οἱ δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου ἐποίευν , ἄλλας τε κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι , αἳ δὴ ἔφερον ἐς τοὺς πολεμίους , καὶ τέλος αὐτοί σφι ἐγίνοντο κτείνοντες πολεμιώτατοι .
9.105 Οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ Περσέων ἀπέστη . ? Ἐν δὲ ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν Ἀθηναῖοι , καὶ Ἀθηναίων Ἑρμόλυκος Εὐθοίνου , ἀνὴρ παγκράτιον ἐπασκήσας · τοῦτον δὲ τὸν Ἑρμόλυκον κατέλαβε ὕστερον τούτων , πολέμου ἐόντος Ἀθηναίοισί τε καὶ Καρυστίοισι , ἐν Κύρνῳ τῆς Καρυστίης χώρης ἀποθανόντα ἐν μάχῃ κεῖσθαι ἐπὶ Γεραιστῷ . Μετὰ δὲ Ἀθηναίους Κορίνθιοι καὶ Τροιζήνιοι καὶ Σικυώνιοι ἠρίστευσαν .