9.102 Τοῖσι μέν νυν Ἀθηναίοισι καὶ τοῖσι προσεχέσι τούτοισι τεταγμένοισι μέχρι κου τῶν ἡμισέων ὁδὸς ἐγίνετο κατ’ αἰγιαλόν τε καὶ ἄπεδον χῶρον , τοῖσι δὲ Λακεδαιμονίοισι καὶ τοῖσι ἐπεξῆς τούτοισι τεταγμένοισι κατά τε χαράδραν καὶ ὄρεα · ἐν δὲ οἱ Λακεδαιμόνιοι ἔτι περιήισαν οὗτοι , οἱ ἐπὶ τῷ ἑτέρῳ κέρεϊ ἔτι καὶ δὴ ἐμάχοντο . Ἕως μέν νυν τοῖσι Πέρσῃσι ὄρθια ἦν τὰ γέρρα , ἠμύνοντό τε καὶ οὐδὲν ἔλασσον εἶχον τῇ μάχῃ · ἐπείτε δὲ τῶν Ἀθηναίων καὶ τῶν προσεχέων στρατός , ὅκως ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαιμονίων παρακελευσάμενοι , ἔργου εἴχοντο προθυμότερον , ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα . Διωσάμενοι γὰρ τὰ γέρρα οὗτοι φερόμενοι ἐσέπεσον ἁλέες ἐς τοὺς Πέρσας , οἱ δὲ δεξάμενοι καὶ χρόνον συχνὸν ἀμυνόμενοι τέλος ἔφευγον ἐς τὸ τεῖχος . Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Τροιζήνιοι οὗτοι γὰρ ἦσαν οἱ ἐπεξῆς τεταγμένοι συνεπισπόμενοι συνεσέπιπτον ἐς τὸ τεῖχος . Ὡς δὲ καὶ τὸ τεῖχος ἀραίρητο , οὔτ’ ἔτι πρὸς ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸς φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περσέων . Οὗτοι δὲ κατ’ ὀλίγους γινόμενοι ἐμάχοντο τοῖσι αἰεὶ ἐς τὸ τεῖχος ἐσπίπτουσι Ἑλλήνων . Καὶ τῶν στρατηγῶν τῶν Περσικῶν δύο μὲν ἀποφεύγουσι , δύο δὲ τελευτῶσι · Ἀρταΰντης μὲν καὶ Ἰθαμίτρης , τοῦ ναυτικοῦ στρατηγέοντες , ἀποφεύγουσι , Μαρδόντης δὲ καὶ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμενοι τελευτῶσι .