9.101 Καὶ τόδε ἕτερον συνέπεσε γενόμενον , Δήμητρος τεμένεα Ἐλευσινίης παρὰ ἀμφοτέρας τὰς συμβολὰς εἶναι · καὶ γὰρ δὴ ἐν τῇ Πλαταιίδι παρ’ αὐτὸ τὸ Δημήτριον ἐγίνετο , ὡς καὶ πρότερόν μοι εἴρηται , μάχη , καὶ ἐν Μυκάλῃ ἔμελλε ὡσαύτως ἔσεσθαι . Γεγονέναι δὲ νίκην τῶν μετὰ Παυσανίεω Ἑλλήνων ὀρθῶς σφι φήμη συνέβαινε ἐλθοῦσα · τὸ μὲν γὰρ ἐν Πλαταιῇσι τρῶμα πρωὶ ἔτι τῆς ἡμέρης ἐγίνετο , τὸ δὲ ἐν Μυκάλῃ περὶ δείλην . Ὅτι δὲ τῆς αὐτῆς ἡμέρης συνέβαινε γίνεσθαι μηνός τε τοῦ αὐτοῦ , χρόνῳ οὐ πολλῷ σφι ὕστερον δῆλα ἀναμανθάνουσι ἐγίνετο . Ἦν δὲ ἀρρωδίη σφι πρὶν τὴν φήμην ἐσαπικέσθαι , οὔτι περὶ σφέων αὐτῶν οὕτω ὡς τῶν ἄλλων Ἑλλήνων , μὴ περὶ Μαρδονίῳ πταίσῃ Ἑλλάς . Ὡς μέντοι κληδὼν αὕτη σφι ἐσέπτατο , μᾶλλόν τι καὶ ταχύτερον τὴν πρόσοδον ἐποιεῦντο . Οἱ μὲν δὴ Ἕλληνες καὶ οἱ βάρβαροι ἔσπευδον ἐς τὴν μάχην , ὥς σφι καὶ αἱ νῆσοι καὶ Ἑλλήσποντος ἄεθλα προέκειτο .