9.99 Λευτυχίδεω δὲ ταῦτα ὑποθεμένου δεύτερα δὴ τάδε ἐποίευν οἱ Ἕλληνες · προσσχόντες τὰς νέας ἀπέβησαν ἐς τὸν αἰγιαλόν . Καὶ οὗτοι μὲν ἐτάσσοντο , οἱ δὲ Πέρσαι ὡς εἶδον τοὺς Ἕλληνας παρασκευαζομένους ἐς μάχην καὶ τοῖσι Ἴωσι παραινέσαντας , τοῦτο μὲν ὑπονοήσαντες τοὺς Σαμίους τὰ Ἑλλήνων φρονέειν ἀπαιρέονται τὰ ὅπλα . Οἱ γὰρ ὦν Σάμιοι ἀπικομένων Ἀθηναίων αἰχμαλώτων ἐν τῇσι νηυσὶ τῶν βαρβάρων , τοὺς ἔλαβον ἀνὰ τὴν Ἀττικὴν λελειμμένους οἱ Ξέρξεω , τούτους λυσάμενοι πάντας ἀποπέμπουσι ἐποδιάσαντες ἐς Ἀθήνας · τῶν εἵνεκεν οὐκ ἥκιστα ὑποψίην εἶχον , πεντακοσίας κεφαλὰς τῶν Ξέρξεω πολεμίων λυσάμενοι . Τοῦτο δὲ τὰς διόδους τὰς ἐς τὰς κορυφὰς τῆς Μυκάλης φερούσας προστάσσουσι τοῖσι Μιλησίοισι φυλάσσειν ὡς ἐπισταμένοισι δῆθεν μάλιστα τὴν χώρην · ἐποίευν δὲ τούτου εἵνεκεν , ἵνα ἐκτὸς τοῦ στρατοπέδου ἔωσι . Τούτους μὲν Ἰώνων , τοῖσι καὶ κατεδόκεον νεοχμὸν ἄν τι ποιέειν δυνάμιος ἐπιλαβομένοισι , τρόποισι τοιούτοισι προεφυλάσσοντο οἱ Πέρσαι · αὐτοὶ δὲ συνεφόρησαν τὰ γέρρα ἕρκος εἶναι σφίσι .