1.134 Ἐντυγχάνοντες δ’ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι , τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσι οἱ συντυγχάνοντες · ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι . Ἢν δὲ οὕτερος ὑποδεέστερος ὀλίγῳ , τὰς παρειὰς φιλέονται . Ἢν δὲ πολλῷ οὕτερος ἀγεννέστερος , προσπίπτων προσκυνέει τὸν ἕτερον . ? Τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς , δεύτερα δὲ τοὺς δευτέρους , μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι · ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται , νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους , τοὺς δὲ ἄλλους κατὰ λόγον τὸν λεγόμενον τῆς ἀρετῆς ἀντέχεσθαι , τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι . Ἐπὶ δὲ Μήδων ἀρχόντων καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων , συναπάντων μὲν Μῆδοι καὶ τῶν ἄγχιστα οἰκεόντων σφίσι , οὗτοι δὲ αὖ τῶν ὁμούρων , οἱ δὲ μάλα τῶν ἐχομένων , κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι · προέβαινε γὰρ δὴ πᾶν τι ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον . Ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα .
1.135 Καὶ γὰρ δὴ τὴν Μηδικὴν ἐσθῆτα νομίσαντες τῆς ἑωυτῶν εἶναι καλλίω φορέουσι καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας . Καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύουσι καὶ δὴ καὶ ἀπ’ Ἑλλήνων μαθόντες παισὶ μίσγονται . Γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας , πολλῷ δ’ ἔτι πλέονας παλλακὰς κτῶνται .