9.98 Οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους ἐς τὴν ἤπειρον , ἤχθοντο ὡς ἐκπεφευγότων ἐν ἀπορίῃ τε εἴχοντο τι ποιέωσι , εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε καταπλέωσι ἐπ’ Ἑλλησπόντου · τέλος δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν , ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον . Παρασκευασάμενοι ὦν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ τὰ ἄλλα ὅσων ἔδεε ἔπλεον ἐπὶ τῆς Μυκάλης . Ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος , ἀλλ’ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος , πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν , ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων , ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ μάλιστα , Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι λέγων · ʹ Ἄνδρες Ἴωνες , ὅσοι ὑμέων τυγχάνουσι ἐπακούοντες , μάθετε τὰ λέγω · πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι . Ἐπεὰν συμμίσγωμεν , μεμνῆσθαί τινα χρὴ ἐλευθερίης μὲν πάντων πρῶτον , μετὰ δὲ τοῦ συνθήματος Ἥρης . Καὶ τάδε ἴστω καὶ μὴ ἀκούσας ὑμέων πρὸς τοῦ ἀκούσαντος . ʹ Ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ πρήγματος καὶ Θεμιστοκλέος ἐπ’ Ἀρτεμισίῳ · γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας πείσειν , ἔπειτα ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν ἀπίστους τοῖσι Ἕλλησι .