9.96 Τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε , ἀνῆγον τὰς νέας ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον . Ἐπεὶ δὲ ἐγένοντο τῆς Σαμίης πρὸς Καλάμοισι , οἱ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην , οἱ δὲ Πέρσαι πυθόμενοί σφεας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπειρον τὰς νέας τὰς ἄλλας , τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν . Βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι · οὐ γὰρ ὦν ἐδόκεον ὅμοιοι εἶναι · ἐς δὲ τὴν ἤπειρον ἀπέπλεον , ὅκως ἔωσι ὑπὸ τὸν πεζὸν στρατὸν τὸν σφέτερον ἐόντα ἐν τῇ Μυκάλῃ , ὃς κελεύσαντος Ξέρξεω καταλελειμμένος τοῦ ἄλλου στρατοῦ Ἰωνίην ἐφύλασσε · τοῦ πλῆθος μὲν ἦν ἓξ μυριάδες , ἐστρατήγεε δὲ αὐτοῦ Τιγράνης , κάλλεΐ τε καὶ μεγάθεϊ ὑπερφέρων Περσέων . Ὑπὸ τοῦτον μὲν δὴ τὸν στρατὸν ἐβουλεύσαντο καταφυγόντες οἱ τοῦ ναυτικοῦ στρατηγοὶ ἀνειρύσαι τὰς νέας καὶ περιβαλέσθαι ἕρκος ἔρυμα τῶν νεῶν καὶ σφέων αὐτῶν κρησφύγετον .
9.97 Ταῦτα βουλευσάμενοι ἀνήγοντο . Ἀπικόμενοι δὲ παρὰ τὸ τῶν Ποτνιέων ἱρὸν τῆς Μυκάλης ἐς Γαίσωνά τε καὶ Σκολοπόεντα , τῇ Δήμητρος Ἐλευσινίης ἐστὶ ἱρόν , τὸ Φίλιστος Πασικλέος ἱδρύσατο Νείλεῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ Μιλήτου κτιστύν , ἐνθαῦτα τάς τε νέας ἀνείρυσαν καὶ περιεβάλοντο ἕρκος καὶ λίθων καὶ ξύλων , δένδρεα ἐκκόψαντες ἥμερα , καὶ σκόλοπας περὶ τὸ ἕρκος κατέπηξαν . Καὶ παρεσκευάδατο ὡς πολιορκησόμενοι καὶ ὡς νικήσοντες · ἐπ’ ἀμφότερα γὰρ ἐπιλεγόμενοι παρεσκευάζοντο . ʹ