9.94 Τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη , οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προσέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι . Οἱ δέ σφι διέπρηξαν ὧδε · κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο , ἐς κατέβαινον συλλυπεόμενοι τῷ πάθεϊ . Ταύτῃ δὲ ὑπαγαγόντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο , εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν . δέ , οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον , εἵλετο εἴπας εἴ τίς οἱ δοίη ἀγρούς , τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ , καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι · τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἂν ἀμήνιτος εἶναι , καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην . Καὶ μὲν ταῦτα ἔλεγε , οἱ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες · ʹ Εὐήνιε , ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα . ʹ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποιέετο ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον , ὡς ἐξαπατηθείς · οἱ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο . Καὶ μετὰ ταῦτα ἔμφυτον αὐτίκα μαντικὴν εἶχε , ὥστε καὶ ὀνομαστὸς γενέσθαι .
9.95 Τούτου δὴ Δηίφονος ἐὼν παῖς τοῦ Εὐηνίου ἀγόντων Κορινθίων ἐμαντεύετο τῇ στρατιῇ . Ἤδη δὲ καὶ τόδε ἤκουσα ὡς Δηίφονος ἐπιβατεύων τοῦ Εὐηνίου οὐνόματος ἐξελάμβανε ἐπὶ τὴν Ἑλλάδα ἔργα , οὐκ ἐὼν Εὐηνίου παῖς .