9.93 Ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ Ἡλίου πρόβατα , τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ ποταμὸν Ἄωον , ὃς ἐκ Λάκμονος ὄρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν παρ’ Ὤρικον λιμένα , τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀστῶν , οὗτοι φυλάσσουσι ἐνιαυτὸν ἕκαστος · περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός · ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλιος ἑκάς . Ἔνθα δὴ τότε Εὐήνιος οὗτος ἀραιρημένος ἐφύλασσε · καί κοτε αὐτοῦ κατακοιμίσαντος τὴν φυλακὴν παρελθόντες λύκοι ἐς τὸ ἄντρον διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα . δὲ ὡς ἐπήισε , εἶχε σιγῇ καὶ ἔφραζε οὐδενί , ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος . Καί , οὐ γὰρ ἔλαθε τοὺς Ἀπολλωνιήτας ταῦτα γενόμενα , ἀλλά κως ἐπύθοντο , ὑπαγαγόντες μιν ὑπὸ δικαστήριον κατέκριναν , ὡς τὴν φυλακὴν κατακοιμίσαντα , τῆς ὄψιος στερηθῆναι . Ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν , αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε οὔτε γῆ ἔφερε ὁμοίως καρπόν . Πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγένετο , ἐπείτε ἐπειρώτων τοὺς προφήτας τὸ αἴτιον τοῦ παρεόντος κακοῦ , οἱ δὲ αὐτοῖσι ἔφραζον ὅτι ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος ἐστέρησαν · αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους , οὐ πρότερόν τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ · τούτων δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα .