9.91 Ὡς δὲ πολλὸς ἦν λισσόμενος ξεῖνος Σάμιος , εἴρετο Λευτυχίδης , εἴτε κληδόνος εἵνεκεν θέλων πυθέσθαι εἴτε καὶ κατὰ συντυχίην θεοῦ ποιεῦντος · ʹ ξεῖνε Σάμιε , τί τοι τὸ οὔνομα ; ʹ δὲ εἶπε · ʹ Ἡγησίστρατος . ʹ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον , εἴ τινα ὅρμητο λέγειν Ἡγησίστρατος , εἶπε · ʹ Δέκομαι τὸν οἰωνὸν τὸν ἡγησίστρατον , ξεῖνε Σάμιε . Σὺ δὲ ἡμῖν ποίεε ὅκως αὐτός τε δοὺς πίστιν ἀποπλεύσεαι καὶ οἱ σὺν σοὶ ἐόντες οἵδε , μὲν Σαμίους ἡμῖν προθύμους ἔσεσθαι συμμάχους . ʹ Ταῦτά τε ἅμα ἠγόρευε καὶ τὸ ἔργον προσῆγε · αὐτίκα γὰρ οἱ Σάμιοι πίστιν τε καὶ ὅρκια ἐποιεῦντο συμμαχίης πέρι πρὸς τοὺς Ἕλληνας .
9.92 Ταῦτα δὲ ποιήσαντες οἱ μὲν ἀπέπλεον . . . · μετὰ σφέων γὰρ ἐκέλευε πλέειν τὸν Ἡγησίστρατον , οἰωνὸν τὸ οὔνομα ποιεύμενος · οἱ δὲ Ἕλληνες ἐπισχόντες ταύτην τὴν ἡμέρην τῇ ὑστεραίῃ ἐκαλλιερέοντο , μαντευομένου σφι Δηιφόνου τοῦ Εὐηνίου ἀνδρὸς Ἀπολλωνιήτεω , Ἀπολλωνίης δὲ τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ , τοῦ τὸν πατέρα κατέλαβε Εὐήνιον πρῆγμα τοιόνδε .