9.90 Οὗτος μὲν οὕτω ἀπενόστησε ἐς τὴν Ἀσίην . Τῆς δὲ αὐτῆς ἡμέρης τῆς περ ἐν Πλαταιῇσι τὸ τρῶμα ἐγένετο , συνεκύρησε γενέσθαι καὶ ἐν Μυκάλῃ τῆς Ἰωνίης . Ἐπειδὴ γὰρ ἐν τῇ Δήλῳ κατέατο οἱ Ἕλληνες οἱ ἐν τῇσι νηυσὶ ἅμα Λευτυχίδῃ τῷ Λακεδαιμονίῳ ἀπικόμενοι , ἦλθόν σφι ἄγγελοι ἀπὸ Σάμου Λάμπων τε Θρασυκλέος καὶ Ἀθηναγόρης Ἀρχεστρατίδεω καὶ Ἡγησίστρατος Ἀρισταγόρεω , πεμφθέντες ὑπὸ Σαμίων λάθρῃ τῶν τε Περσέων καὶ τοῦ τυράννου Θεομήστορος τοῦ Ἀνδροδάμαντος , τὸν κατέστησαν Σάμου τύραννον οἱ Πέρσαι . Ἐπελθόντων δέ σφεων ἐπὶ τοὺς στρατηγοὺς ἔλεγε Ἡγησίστρατος πολλὰ καὶ παντοῖα , ὡς ἢν μοῦνον ἴδωνται αὐτοὺς οἱ Ἴωνες ἀποστήσονται ἀπὸ Περσέων , καὶ ὡς οἱ βάρβαροι οὐκ ὑπομενέουσι · ἢν δὲ καὶ ἄρα ὑπομείνωσι , οὐκ ἑτέρην ἄγρην τοιαύτην εὑρεῖν ἂν αὐτούς . Θεούς τε κοινοὺς ἀνακαλέων προέτρεπε αὐτοὺς ῥύσασθαι ἄνδρας Ἕλληνας ἐκ δουλοσύνης καὶ ἀπαμῦναι τὸν βάρβαρον . Εὐπετές τε αὐτοῖσι ἔφη ταῦτα γίνεσθαι · τάς τε γὰρ νέας αὐτῶν κακῶς πλέειν καὶ οὐκ ἀξιομάχους κείνοισι εἶναι · αὐτοί τε , εἴ τι ὑποπτεύουσι μὴ δόλῳ αὐτοὺς προάγοιεν , ἕτοιμοι εἶναι ἐν τῇσι νηυσὶ τῇσι ἐκείνων ἀγόμενοι ὅμηροι εἶναι .