9.89 Ἀρτάβαζος δὲ Φαρνάκεος φεύγων ἐκ Πλαταιέων καὶ δὴ πρόσω ἐγίνετο . Ἀπικόμενον δέ μιν οἱ Θεσσαλοὶ παρὰ σφέας ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆς στρατιῆς τῆς ἄλλης , οὐδὲν ἐπιστάμενοι τῶν ἐν Πλαταιῇσι γενομένων . δὲ Ἀρτάβαζος γνοὺς ὅτι , εἰ ἐθέλοι σφι πᾶσαν τὴν ἀληθείην τῶν ἀγώνων εἰπεῖν , αὐτός τε κινδυνεύσει ἀπολέσθαι καὶ μετ’ αὐτοῦ στρατός ἐπιθήσεσθαι γάρ οἱ πάντα τινὰ οἴετο πυνθανόμενον τὰ γεγονότα , ταῦτα ἐκλογιζόμενος οὔτε πρὸς τοὺς Φωκέας ἐξηγόρευε οὐδὲν , πρός τε τοὺς Θεσσαλοὺς ἔλεγε τάδε · ʹ Ἐγὼ μέν , ἄνδρες Θεσσαλοί , ὡς ὁρᾶτε , ἐπείγομαι κατὰ τάχος ἐλῶν ἐς Θρηίκην καὶ σπουδὴν ἔχω , πεμφθεὶς κατά τι πρῆγμα ἐκ τοῦ στρατοπέδου μετὰ τῶνδε · αὐτὸς δὲ ὑμῖν Μαρδόνιος καὶ στρατὸς αὐτοῦ οὗτος κατὰ πόδας ἐμέο ἐλαύνων προσδόκιμός ἐστι . Τοῦτον καὶ ξεινίζετε καὶ εὖ ποιεῦντες φαίνεσθε · οὐ γὰρ ὑμῖν ἐς χρόνον ταῦτα ποιεῦσι μεταμελήσει . ʹ Ταῦτα δὲ εἴπας ἀπήλαυνε σπουδῇ τὴν στρατιὴν διὰ Θεσσαλίης τε καὶ Μακεδονίης ἰθὺ τῆς Θρηίκης , ὡς ἀληθέως ἐπειγόμενος καὶ τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ . Καὶ ἀπικνέεται ἐς Βυζάντιον , καταλιπὼν τοῦ στρατοῦ τοῦ ἑωυτοῦ συχνοὺς ὑπὸ Θρηίκων τε κατακοπέντας κατ’ ὁδὸν καὶ λιμῷ συστάντας καὶ καμάτῳ ἐκ Βυζαντίου δὲ διέβη πλοίοισι .