9.88 Ὡς δὲ ὡμολόγησαν ἐπὶ τούτοισι , Ἀτταγῖνος μὲν ἐκδιδρήσκει ἐκ τοῦ ἄστεος , παῖδας δὲ αὐτοῦ ἀπαχθέντας Παυσανίης ἀπέλυσε τῆς αἰτίης , φὰς τοῦ μηδισμοῦ παῖδας οὐδὲν εἶναι μεταιτίους . Τοὺς δὲ ἄλλους ἄνδρας τοὺς ἐξέδοσαν οἱ Θηβαῖοι , οἱ μὲν ἐδόκεον ἀντιλογίης τε κυρήσειν καὶ δὴ χρήμασι ἐπεποίθεσαν διώσεσθαι · δὲ ὡς παρέλαβε , αὐτὰ ταῦτα ὑπονοέων τὴν στρατιὴν τὴν τῶν συμμάχων ἅπασαν ἀπῆκε καὶ ἐκείνους ἀγαγὼν ἐς Κόρινθον διέφθειρε . Ταῦτα μὲν τὰ ἐν Πλαταιῇσι καὶ Θήβῃσι γενόμενα . ʹ