9.86 Ὡς δ’ ἄρα ἔθαψαν τοὺς νεκροὺς ἐν Πλαταιῇσι οἱ Ἕλληνες , αὐτίκα βουλευομένοισί σφι ἐδόκεε στρατεύεσθαι ἐπὶ τὰς Θήβας καὶ ἐξαιτέειν αὐτῶν τοὺς μηδίσαντας , ἐν πρώτοισι δὲ αὐτῶν Τιμηγενίδην καὶ Ἀτταγῖνον , οἳ ἀρχηγέται ἀνὰ πρώτους ἦσαν · ἢν δὲ μὴ ἐκδιδῶσι , μὴ ἀπανίστασθαι ἀπὸ τῆς πόλιος πρότερον ἐξέλωσι . Ὡς δέ σφι ταῦτα ἔδοξε , οὕτω δὴ ἑνδεκάτῃ ἡμέρῃ ἀπὸ τῆς συμβολῆς ἀπικόμενοι ἐπολιόρκεον Θηβαίους , κελεύοντες ἐκδιδόναι τοὺς ἄνδρας · οὐ βουλομένων δὲ τῶν Θηβαίων ἐκδιδόναι τήν τε γῆν αὐτῶν ἔταμνον καὶ προσέβαλλον πρὸς τὸ τεῖχος .
9.87 Καὶ οὐ γὰρ ἐπαύοντο σινόμενοι , εἰκοστῇ ἡμέρῃ ἔλεξε τοῖσι Θηβαίοισι Τιμηγενίδης τάδε · ʹ Ἄνδρες Θηβαῖοι , ἐπειδὴ οὕτω δέδοκται τοῖσι Ἕλλησι , μὴ πρότερον ἀπαναστῆναι πολιορκέοντας ἐξέλωσι Θήβας ἡμέας αὐτοῖσι παραδῶτε , νῦν ὦν ἡμέων εἵνεκα γῆ Βοιωτίη πλέω μὴ ἀναπλήσῃ , ἀλλ’ εἰ μὲν χρημάτων χρηίζοντες πρόσχημα ἡμέας ἐξαιτέονται , χρήματά σφι δῶμεν ἐκ τοῦ κοινοῦ σὺν γὰρ τῷ κοινῷ καὶ ἐμηδίσαμεν οὐδὲ μοῦνοι ἡμεῖς , εἰ δὲ ἡμέων ἀληθέως δεόμενοι πολιορκέουσι , ἡμεῖς ἡμέας αὐτοὺς ἐς ἀντιλογίην παρέξομεν . ʹ Κάρτα τε ἔδοξε εὖ λέγειν καὶ ἐς καιρόν , αὐτίκα τε ἐπεκηρυκεύοντο πρὸς Παυσανίην οἱ Θηβαῖοι θέλοντες ἐκδιδόναι τοὺς ἄνδρας .