1.133 Ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο . Ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαιοῦσι προτίθεσθαι · ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὄνον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοισι , οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτιθέαται . Σίτοισι δὲ ὀλίγοισι χρέωνται , ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι · καὶ διὰ τοῦτό φασι Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι , ὅτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον , εἰ δέ τι παραφέροιτο , ἐσθίοντας ἂν οὐ παύεσθαι . Οἴνῳ δὲ κάρτα προσκέαται . Καί σφι οὐκ ἐμέσαι ἔξεστι , οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου . Ταῦτα μέν νυν οὕτω φυλάσσεται . Μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων . Τὸ δ’ ἂν ἅδῃ σφι βουλευομένοισι , τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ στέγαρχος , ἐν τοῦ ἂν ἐόντες βουλεύωνται · καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι , χρέωνται αὐτῷ , ἢν δὲ μὴ ἅδῃ , μετιεῖσι · τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται , μεθυσκόμενοι ἐπιδιαγινώσκουσι .