9.85 Ἀλλ’ μὲν τρόπῳ τοιούτῳ ἐτάφη . Οἱ δὲ Ἕλληνες , ὡς ἐν Πλαταιῇσι τὴν ληίην διείλοντο , ἔθαπτον τοὺς ἑωυτῶν χωρὶς ἕκαστοι . Λακεδαιμόνιοι μὲν τριξὰς ἐποιήσαντο θήκας · ἔνθα μὲν τοὺς ἱρέας ἔθαψαν , τῶν καὶ Ποσειδώνιος καὶ Ἀμομφάρετος ἦσαν καὶ Φιλοκύων τε καὶ Καλλικράτης · ἐν μὲν δὴ ἑνὶ τῶν τάφων ἦσαν οἱ ἱρέες , ἐν δὲ τῷ ἑτέρῳ οἱ ἄλλοι Σπαρτιῆται , ἐν δὲ τῷ τρίτῳ οἱ εἵλωτες . Οὗτοι μὲν οὕτω ἔθαπτον , Τεγεῆται δὲ χωρὶς πάντας ἁλέας , καὶ Ἀθηναῖοι τοὺς ἑωυτῶν ὁμοῦ , καὶ Μεγαρέες τε καὶ Φλειάσιοι τοὺς ὑπὸ τῆς ἵππου διαφθαρέντας . Τούτων μὲν δὴ πάντων πλήρεες ἐγένοντο οἱ τάφοι · τῶν δὲ ἄλλων ὅσοισι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι , τούτους δὲ , ὡς ἐγὼ πυνθάνομαι , ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων , ἐπεὶ καὶ Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος , τὸν ἐγὼ ἀκούω καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα , πρόξεινον ἐόντα αὐτῶν .